ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ ΟΙΚΟΙ
Παναγια Γοργοεπηκοος

ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ ΟΙΚΟΙ

ΕΙΣ ΤΗΝ
ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ
THN
ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΓΟΡΓΟΫΠΗΚΟΟΝ
Κοντάκιον.
Ήχος πλ. δ'. Τή Υπερμάχω.
Δοχειαρίου ἡ μονὴ ἐν κόλποις ἒχουσα τό σόν περίπυστον ἐκτύπωμα ἀγάλλεται, ὑπερύμνητε Παρθένε, καί ἀνακράζει· κλῖνον τάχος οὖς εὐήκοον τοῖς σπεύδουσι τῆ θερμῆ σου ἀντιλήψει μετά πίστεως καί κραυγάζουσι·
Χαίροις, Γοργοϋπήκοε.
Ἂθωνος ὡραιότης, καταφεύγομεν πάντες τῆ σῆ, Γοργοϋπήκοε, σκέπη, (ἐκ γ´) μοναστῶν καὶ μιγάδων χοροὶ καί ψαλμοῖς εὐήχοις σέ πιστῶς στέφομεν ὡς μόνην ἐκβλαστήσασαν Χριστόν, ἀναβοῶντες ταῦτα·
Χαῖρε, σεπτόν τοῦ Δεσπότου σκῆνος·
χαῖρε, λαμπρόν Παρακλήτου σκεῦος.
Χαῖρε, γλυκασμέ των ἀγγέλων αἰώνιε·
χαῖρε, ἱλασμέ τών πιστών ἱερώτατε.
Χαῖρε, τράπεζα ἡ φέρουσα ἀφθαρσίας τήν τροφήν·
χαῖρε, γέφυρα συνδέουσα οὐρανόν τε καί τήν γῆν.
Χαῖρε, ὃτι ὑπάρχεις ποταμός ἰαμάτων·
χαῖρε, ὃτι ἐδείχθης αὖλαξ θείων ναμάτων.
Χαῖρε, ὁλκάς φαρμάκων ἡ γέμουσα·
χαῖρε, λαμπάς ἡ σκότη φωτίζουσα.
Χαῖρε, δι' ἧς ἰατρεύονται πάθη·
χαῖρε, δι' ἧς καταγάλλονται πλήθη.
Χαίροις, Γοργοϋπήκοε.
Βάθρον στερρόν ἁγνείας καί κρηπίς παρθενίας, ἁγνότητος ἀνάδειξον στήλας τούς τήν σήν παναγίαν μορφήν προσκυνοῦντας πίστει ἀκραιφνεῖ πάντοτε, σεμνή Γοργοϋπήκοε, καί κράζοντας φωναῖς αἰσίαις·
Ἀλληλούϊα.
Γέρας Δοχειαρίου, προμηθεύς καί ἀκέστωρ ὑπάρχεις τού χορού μονοτρόπων καί ἁπάντων πιστῶν ἀρωγός, τῶν σπευδόντων πόθῳ σόν λαμπρόν ἒκτυπον ἀσπάσασθαι, Πανάχραντε, καί ὓμνοις μελιχροῖς βοῆσαι·
Χαῖρε, του Ἂθω ἡ εὐκοσμία·
χαῖρε, λαού σου ἡ σωτηρία.
Χαῖρε, ἐκζητούντων τήν χάριν σου Πλήρωμα·
χαῖρε, εὐσεβούντων φαιδρόν ἀγαλλίαμα.
Χαῖρε, τεῖχος καί ὀχύρωμα σεβασμίας σου μονῆς·
χαῖρε, εὖχος τιμιώτατον ὁμηγύρεως τῆς σῆς.
Χαῖρε, Δοχειαρίου ταχινή ἀντιλῆπτορ·
χαῖρε, τοῦ χριστωνύμου πλήθους θεία συλλῆπτορ.
Χαῖρε, ἐμῶν τῶν πόνων διάλυμα·
χαῖρε, δεσμῶν θανάτου ἀπάλλαγμα.
Χαῖρε, χαρά τῶν ἐν θλίψεσιν ὂντων·
χαῖρε, φθορά παντελής τών ἀπίστων.
Χαίροις, Γοργοϋπήκοε.
Δρόσον ὡς μυροβόλον χοϊκῶν τάς καρδίας πιαίνουσαν τάς σάς ἱκεσίας λογιζόμεθα πρός τόν Θεόν καί σεπτόν Υἱόν σου, θεϊκή πρέσβειρα ἡμῶν, Γοργοϋπήκοε, καί ὓμνοις μυστικοῖς βοῶμεν·
Ἀλληλούϊα.
Ἒχει ὁ θόλος ἂνω οὐρανῶν τήν ψυχήν σου καί σῶμά σου, Παρθένε Μαρία, ἐξαστράπτοντα καί σην μορφήν τήν ἁγίαν ὣσπερ τιμαλφές κόσμημα τό θεῖον Δοχειάριον, πρός ἣν μελισταγῶς κραυγάζει·
Χαῖρε, ἡ μόνη εὐλογημένη·
χαῖρε, ἡ ὂντως δεδοξασμένη.
Χαῖρε, μονοτρόπων χοροῦ καταφύγιον·
χαῖρε, θλιβομένων γλυκύ παραμύθιον.
Χαῖρε, πέλαγος ἀπύθμενον τῆς πρός πέλας ἀρωγῆς·
χαῖρε, ἣλιος σεμνότητος καί ἁγνείας φωταυγής.
Χαῖρε, χειμαζομένων ὁ πανεύδιος ὃρμος·
χαῖρε, τῶν κλονουμένων ἀδιάρρηκτος στῦλος.
Χαῖρε, σοφῶν προτύπωμα ἂριστον·
χαῖρε, πιστῶν ἑδραίωμα ἂσειστον.
Χαῖρε, τυφλῶν ἡ στερρά βακτηρία·
χαῖρε, ἠμῶν φοβερά προστασία.
Χαίροις, Γοργοϋπήκοε.
Ζόφωσιν ἀτεκνίας ἡ ἁγία Εἰκών σου αὐτῆ τοῖς εὐλαβῶς προσιοῦσι διαλύει καί ἄρρητον φῶς εὐτεκνίας σθένει θεϊκῶ ἅπασι πιστοῖς, Γοργοϋπήκοε, δωρεῖται τοῖς τρανῶς βοῶσιν·
Ἀλληλούϊα.
Ἤνοιξας παρηκόου μοναχοῦ ποτε Νείλου τά ὄμματα σῶ σθένει, Παρθένε, ὣν εἰργάσω ἀόμματον πρίν, ταῖς αὐτοῦ ἀπαύστοις προσευχαῖς, Δέσποινα, ὑπείκουσα· διόπερ σοι βοῶμεν εὐθαρσῶς τοιαῦτα·
Χαῖρε, ἐλπίς τῶν ἀπηλπισμένων·
χαῖρε, σανίς τών θαλαττευόντων.
Χαῖρε, ἀνιάτως νοσούντων ἡ ἴασις
χαῖρε, κατωδύνως πασχόντων ἀνάψυξις.
Χαῖρε, ἶρις ποικιλόχροε γεγονότων θαυμαστῶν·
χαῖρε, λάμψις χρυσαυγίζουσα ἀρετῶν παντοδαπῶν.
Χαῖρε, ὅτι διώκεις λοιμικάς ἀσθενείας·
χαῖρε, ὅτι σκεδάζεις ζοφεράς ἀρρωστίας.
Χαῖρε, πυξίς ἀνθρώπων ἀλάνθαστος·
χαῖρε, κρηπίς μερόπων στερέμνιος.
Χαῖρε, δι' ἧς οἱ ἐχθροί ἐκπορθοῦνται·
χαῖρε, δι' ἧς εὐσεβεῖς κραταιοῦνται.
Χαίροις, Γοργοϋπήκοε.
Θεῖον ἔχουσα ὄλβον καί ἀσύλητον πλοῦτον, Ἁγνή, Δοχειαρίου ἠ μάνδρα την Εἰκόνα σου, πίστει πολλῆ ἐν δεινοῖς αὐτῆ περιχαρῶς σπεύδουσα τάς δόσεις τῆς σῆς χάριτος λαμβάνει καί τρανῶς κραυγάζει·
Ἀλληλούϊα.
Ἴδοιμί σε, Παρθένε, ἐν τῆ ὥρα θανάτου διώκουσαν δαιμόνων τά πλήθη καί ὁδόν εὐκρινῶς σωστικήν τήν πρός φῶς καί δόξαν οὐρανῶν ἄρρευστον ἰθύνουσαν, Πανύμνητε, ὠς ἂν ἀεί τρανῶς βοῶ σοι·
Χαῖρε, Θεοῦ προανάρχου Νύμφη·
χαῖρε, Υἱοῦ συνανάρχου Μήτηρ.
Χαῖρε, ἐκ κινδύνων πολλῶν άπαλλάττουσα·
χαῖρε, ἐκ παγίδων τοῦ πλάνου ἡ σώζουσα.
Χαῖρε, κρήνη ἠ προχέουσα ἰαμάτων ὀχετούς·
χαῖρε, κλίνη χρυσοπόρφυρε ἀναπαύουσα πιστούς.
Χαῖρε, τῶν οἰκετῶν σου παρακλῆτορ ταχεῖα·
χαῖρε, τῶν ὑμνητῶν σου ἀντιλῆπτορ ἁγία.
Χαῖρε, ἐχθροῦ τά κέντρα συντρίβουσα·
χαῖρε, αὐχμοῦ τά νέφη σκορπίζουσα.
Χαῖρε, δεινῆς ἀρρωστίας ἡ λύσις·
χαῖρε, ψυχής τῆς ἐμῆς ὡραιότης.
Χαίροις, Γοργοϋπήκοε.
Κλέπτας σῆ μεσιτείᾳ φανεροῖς τοῦ πλησίον συλήσαντας τά χρήματα, Μῆτερ, καί αὐτά ἀποδίδως γοργῶς τῶ δικαίως πάλαι καί καλῶς ἔχοντι, κλεινή Γοργοϋπήκοε, ψαλμοῖς άναβοῶντι θείοις·
Ἀλληλούϊα.
Λάμπει δύσις, ἑώα καί βορρᾶς τε καί νότος φαιδρῶς, Γοργοϋπήκοε Κόρη, ἐκ φωτός τῶν χαρίτων τῶν σῶν καί τῶν ξένων ὄντως, ἃ τελεῖς ἅπασι πιστῶς παρακαλοῦσί σε καί κράζουσι φωναῖς εὐήχοις·
Χαῖρε, σεμνῶς ἡ κεκοσμημένη·
χαῖρε, λαμπρῶς ἡ ἐστολισμένη.
Χαῖρε, μοναζόντων θερμόν καταφύγιον·
χαῖρε, ποντουμένων ἐν βίω προσφύγιον.
Χαῖρε, σύ γάρ εἶ μεσίτρια γηγενῶν ἁμαρτωλῶν·
χαῖρε, σύ γάρ ἐγγυήτρια πέλεις πάντων πρός Θεόν.
Χαῖρε, ὅτι ἀνόμων τήν κακίαν συντρίβεις·
χαῖρε, ὅτι ἀκρίδων τόν ἑσμόν ἀπελαύνεις.
Χαῖρε, κακῶν πιστούς ἡ ἐξάγουσα·
χαῖρε, παθῶν ἡμᾶς ἀπαλλάττουσα.
Χαῖρε, τερπνή μυροθήκη τού Λόγου·
χαῖρε, κοινή προστασία τοῦ κόσμου.
Χαίροις, Γοργοϋπήκοε.
Μάνδρας Δοχειαρίου φωτοπάροχε λύχνε, τά σκότη ἀκηδίας ταχέως ἐξ ἡμῶν τῶν σπευδόντων πιστῶς προσκυνῆσαι, Ἄχραντε, τό σόν ἔκτυπον, ἁγνή Γοργοϋπήκοε, ἐκδίωξον καί πίθε κράζειν·
Ἀλληλούϊα.
Νέον ποτέ κλαπέντα ἐκ ληστῶν ἐλυτρώσω, φιλόστοργος ὡς μήτηρ ὀφθεῖσα, προσκαλοῦσα αὐτόν πρός σαὐτήν ἐν νυκτί, Παρθένε, ἕως οὗ χάριτι αὐτόν σῆ ἐφυγάδευσας καί ἤγειρας βοᾶν σοι ταῦτα·
Χαῖρε, νεότητος προστασία·
χαῖρε, τοῦ σύμπαντος θυμηδία.
Χαῖρε, τῶν μητέρων θειότατον κλέϊσμα·
χαῖρε, τῶν ἁγίων ἀγγέλων ἀπαύγασμα.
Χαῖρε, πύργος ἀδιάσειστος τῆς πιστῶν καταφυγῆς·
χαῖρε, ἄνθος εὐωδέστατον ἁγιότητος τῆς σῆς.
Χαῖρε, ὅτι ὀδόντας τῶν δρακόντων συνθλάττεις·
χαῖρε, ὅτι τάς κόρας τῶν ληστῶν κατακλείεις.
Χαῖρε, εἰκών Ἁγνῆς θαυματόβρυτε·
χαῖρε, λειμών ἁγνείας ἡδύπνευστε.
Χαῖρε, γεέννης ἡμᾶς λυτρουμένη·
χαῖρε, ἁπάσης φθορᾶς ρυομένη.
Χαίροις, Γοργοϋπήκοε.
Ξένων πρόξενος πέλεις ὑπέρ λόγον, Παρθένε, μονῆς Δοχειαρίου σεμνότης· σύ γάρ κόρας νηπίου τυφλοῦ θαυμαστῶς ἐκ νόσου λοιμικῆς ἤνοιξας καί ἤγειρας πρός αἶνόν σου αὐτοῦ τούς συγγενεῖς βοῶντας·
Ἀλληλούϊα.
Ὅλην μου τήν ἐλπίδα ἀνατίθημι πίστει εἰς σέ, Γοργοϋπήκοε, κράζων· μή παρίδῃς κἀμοῦ προσευχάς, ἀλλά στῆσον ἄλγος ψυχικόν, Δέσποινα, ἡ ρῆσιν πάλαι στήσασα αἱμάτων μοναχού βοώντος·
Χαῖρε, λαμπάς φωταυγής τοῦ κτίστου·
χαῖρε, παστάς διαυγής τοῦ Λόγου.
Χαῖρε, Ἀσωμάτων μονῆς ἐγκαλλώπισμα·
χαῖρε, τῶν ἀΰλων δυνάμεων σέμνωμα.
Χαῖρε, νόσων ἀποδίωξις ζοφερῶν καί λοιμικῶν·
χαῖρε, πάντων ἡ ἀνάρρωσις ἀσθενῶν χριστιανῶν.
Χαῖρε, ἀπηλπισμένων φωτεινή ὁδοδείκτης·
χαῖρε, ἀπεγνωσμένων καί καμνόντων προστάτις.
Χαῖρε, αἱμάτων ρῦσιν ἡ παύσασα·
χαῖρε, θαυμάτων βρύσις ἡ πέλουσα.
Χαῖρε, χαρά παντελής τῆς ψυχῆς μου·
χαῖρε, φαιδρά λαμπηδών τῆς ζωῆς μου.
Χαίροις, Γοργοϋπήκοε.
Πᾶσαι αἱ τῶν μερόπων καί ἀγγέλων χορεῖαι, μονῆς Δοχειαρίου κοσμῆτορ, σέ ὑμνοῦσι φωναῖς ἱεραῖς ὡς θαυμάτων κρήνην ἀληθῶς ἄφθονον κιρνῶσαν τούς προσπίπτοντας σοί πόθῳ καί ἀεί βοῶντας·
Ἀλληλούϊα.
Ρῶσιν τάχος νοσοῦσιν εὐσεβἐσι βραβεύεις, σεμνή Γοργοϋπήκοε, πάσιν, ὤς ποτε γυναικός ἀσθενοῦς τό καρκίνου πάθος ἐκ χειρός ἤλασας καί ἔπιθες κραυγάζειν σοι αὐτήν ἀξιοχρέως ταῦτα·
Χαῖρε, καρκίνου ἠ θεραπεία·
χαῖρε, τοῦ κόσμου σκέπη ἡ θεία.
Χαῖρε, ἡ τά ὦτα κωφῶν διανοίγουσα·
χαῖρε, ἡ τά σκῆπτρα ἁγνείας φυλάττουσα.
Χαῖρε, ὅτι σῶ προστάγματι πᾶσα φύσις πειθαρχεῖ·
χαῖρε, ὅτι σῶ κελεύσματι παύει κλύδωνος ὁρμή.
Χαῖρε, ἡ τάς αἰτήσεις εὐσεβούντων πληροῦσα·
χαῖρε, ἡ τάς παγίδας τοῦ Βελίαρ πατοῦσα.
Χαῖρε, φλογμόν παθῶν ἡ σβεννύουσα·
χαῖρε, παντός κινδύνου ἐξαίρουσα.
Χαῖρε, δι' ἧς κατεπόθη ὁ Ἅδης·
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαίροις, Γοργοϋπήκοε.
Σάλῳ ἁμαρτημάτων περιπίπτοντες φαύλων καί βίου ζοφεραῖς τρικυμίαις, καταφεύγομεν εἰς τό σεπτόν ἔκτυπόν σου, Μήτερ, καί θερμῶς κράζομεν· γενοῦ, Γοργοϋπήκοε, ἠμῖν προστάτις τοῖς ἀεί φωνοῦσιν·
Ἀλληλούϊα.
Τί σοι προσάξω δῶρον τῆ γοργῆ ἀρωγῶ μου ἐν πάσαις περιστάσεσι βίου; σύν πιστῶν ἀνακράζω χοροῖς Γοματίου, οὕσπερ ἐξ ὀργῆς ἔσωσας ἀπίστου, Κόρη, ἄρχοντος καί πόθῳ ἐκβοῶ σοι ταῦτα·
Χαῖρε, τό ἆσμα τῆς Ἐκκλησίας·
χαῖρε, τό θαῦμα τῆς παρθενίας.
Χαῖρε, παρειμένων ταχεῖα ἀνόρθωσις·
χαῖρε, πενομένων γλυκεῖα ἀντίληψις.
Χαῖρε, πάντερπνον ψαλτήριον προφητάνακτος Δαβίδ·
χαῖρε, πάνσεπτον θησαύρισμα χερουβίμ καί σεραφίμ.
Χαῖρε, ὅτι ἀκρίδας εἰς τήν θάλασσαν ρίπτεις·
χαῖρε, ὅτι σάς χεῖρας εἰς τούς χρήζοντας τείνεις.
Χαῖρε, αὐλάς Ἐδέμ ἡ καλλύνουσα·
χαῖρε, ψυχάς σῶν δούλων ἡ σώζουσα.
Χαῖρε, λαμπρόν Ὄρους Ἄθωνος στέμμα·
χαῖρε, φαιδρόν πρός τούς πάσχοντας ὄμμα.
Χαίροις, Γοργοϋπήκοε.
Ὕμνος ἅπας ἁρμόζει τῆ Γοργοϋπηκόῳ Μητρί τοῦ Λυτρωτοῦ τῶν ἀνθρώπων, ταῖς ἡμῶν προφθανούσῃ ἀεί συμφοραῖς καί βλάβαις τοῦ πικρού ὄφεως· διό αὐτήν γεραίροντες φωνοῦμεν ἀσιγήτῳ γλώσσῃ·
Ἀλληλούϊα.
Φλέγει με θεῖος ἔρως καθορᾶν σου το κάλλος καί φέγγος της ἁγίας μορφῆς σου καί οὐ κόρον λαμβάνω ὑμνεῖν σέ, χαρά καί σέβας ἱερόν Ἄθωνος· διό πρό τῆς Εἰκόνος σου βοῶ γονυπετῶς σοι ταῦτα·
Χαῖρε, τό κῦδος Δοχειαρίου·
χαῖρε, τό κλέος παντός τοῦ κόσμου.
Χαῖρε, ἀκεσώδυνον φρέαρ ἰάσεων·
χαῖρε, πολυτίμητον Λόγου ἀνάκτορον.
Χαῖρε, ὦ Γοργοϋπήκοε, Θεοτόκε θαυμαστή·
χαῖρε, Μήτερ ἀπειρόγαμε τοῦ Ὑψίστου ἀγλαή.
Χαῖρε, ὅτι ἐλαύνεις ἀθυμίας τά νέφη·
χαῖρε, ὅτι συντρίβεις τῶν δαιμόνων τά στίφη.
Χαῖρε, δι' ἣν ὁ Ἄθως σεμνύνεται·
χαῖρε, δι' ἧς ἡ πίστις κρατύνεται.
Χαῖρε, χαρά καί παράκλησις πάντων·
χαῖρε, φθορά τῶν ἀνόμων καί πλάνων.
Χαίροις, Γοργοϋπήκοε.
Χαῖρε, Δοχειαρίου ἡ μονή, καί εὐφραίνου, ὡς ἔχουσα προστάτιδα θείαν καί σεπτήν ἀρωγόν τοῦ παντός τήν Κυρίαν, ἧς τῆ ἱερᾶ σπεύδοντες Εἰκόνι, χάριν ἄφθονον λαμβάνομεν πιστῶς βοῶντες·
Ἀλληλούϊα.
Ψαύοντες σῆς Εἰκόνος τῆς αγίας, Παρθένε, καί ἄδοντες ἱκέσιον βίβλον, δυσωποῦμέν σε· θραῦσον δεσμούς ἁμαρτίας πάσης σαῖς εὐχαῖς τάχιστα ἡμῶν, Γοργοϋπήκοε, ὡς ἄν σοι εὐλαβῶς βοῶμεν·
Χαῖρε, κρατήρ ἀειζώου μύρου·
χαῖρε, πρηστήρ ἐχθροῦ μισοκάλου.
Χαῖρε, Σιλωάμ κολυμβήθρα ἐν Ἄθωνι·
χαῖρε, Μαριάμ, βοηθέ ἐν τοῖς κλύδωσι.
Χαῖρε, ὅτι σόν εἰκόνισμα πέλει ξένων ποταμός·
χαῖρε, ὅτι σόν ἐκτύπωμα ὤφθη νόσων ἰατρός.
Χαῖρε, Δοχειαρίου τοῦ σεμνείου τό κάλλος·
χαῖρε, τῆς οὐρανίου ὁμηγύρεως στέφος.
Χαῖρε, θερμή ἐν βίῳ ἀντίληψις·
χαῖρε, γοργή νοσούντων ἐπίσκεψις.
Χαῖρε, μορφή ἱλαρά τῆς Παρθένου·
χαῖρε, στακτή μυριστή θείου μύρου.
Χαίροις, Γοργοϋπήκοε.
Ὤ γοργή παρακλήτορ, ζοφερῶς τῶν στενόντων καί πάντων παραστάτις ἐν βίω (έκ γ') τῶν πιστῶν, μή παρίδῃς ἡμῶν τάς ἐντεύξεις, θεῖε γλυκασμέ Ἄθωνος, καί δούλων σου ἐπάκουσον τῶν ὕμνοις μυστικοῖς βοώντων·
Ἀλληλούϊα.