ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ ΟΙΚΟΙ
Παναγια Γοργοεπηκοος

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΓΟΡΓΟΕΠΗΚΟΟΝ

(ποίημα Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου)
Ἱερεῦς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα,βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν οἱ ἐν κινδύνοις καί αὐτῇ νῦν προσπέσωμεν ἀπό βαθέων κράζοντες καί πόνου ψυχῆς˙ τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως, Κόρη, ὡς Γοργοϋπήκοος φερωνύμως κληθεῖσα˙ σύ γάρ ὑπάρχεις πρόμαχος ἡμῶν καί ἐν ἀνάγκαις ἑτοίμη βοήθεια.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν,Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ελέησον με, ο Θεός, κατά το μέγα έλεος σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. ’Οτι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου έστι διαπαντός. Σοί μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα· όπως αν δικαιωθής εν τοις λόγοις οσυ και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μή απορρίψης με από του προσώπου σου και το πνεύμα σου το άγιον μη αντανέλης απ’εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων, ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. ’Οτι εί ηθέλησας θυσίαν, έδωκα αν’ ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.
ᾨδὴ α'. Ὁ Εἱρμὸς. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας .
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Θαυμάτων τῶν θείων σου τήν πληθύν καί τῶν τεραστίων εὐφημῆσαι ἐπιχειρῶν, σοῦ δέομαι, Κόρη, ἐκ καρδίας, Γοργοϋπήκοε, χάριν παράσχου μοι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τίς οὐκ ἐκπλαγείη τῆς σῆς μορφῆς τά θαύματα, Κόρη; ἐκ γάρ ταύτης τῷ λειτουργῷ τραπέζης ἐφώνησας τρισσάκις, Γοργοϋπήκοος ὅθεν ὠνόμασαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Πῶς σου τό τεράστιον ἐξειπεῖν δυνήσομαι, Κόρη; σύ γάρ πρώην τόν ἀπειθῆ μοναχόν ἀόμματον εἰργάσω, καί πάλιν τοῦτον κατέστησας βλέποντα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαῖρε καί εὐφραίνου, θεία μονή τοῦ Δοχειαρίου, σύ γάρ ἔσχες τήν τοῦ παντός Κυρίαν προστάτιδα καί σκέπην, καθάπερ αὕτη σαφῶς ἐπηγγείλατο.
ᾨδὴ γ'. Ὁ Εἱρμὸς. Οὐρανίας ἁψῖδος.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τούς ἀτέκνους εὐτέκνους σύ, Μαριάμ, ἔδειξας, καί τάς στειρευούσας μητέρας, Κόρη, ἐποίησας, Γοργοϋπήκοε, εὐφραινομένας ἐν τέκνοις˙ τίς οὖν οὐκ ἐξίσταται τά μεγαλεῖά σου;
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Βουλγαρία κηρύττει τῆς σῆς μορφῆς θαύματα, ὦ Γοργοϋπήκοε Κόρη, δύσις, ἑώα τε˙ κρήνη γάρ γέγονας βλύζουσα χάριτας πᾶσι τοῖς προσκαλουμένοις σου τό θεῖον ὄνομα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τοῦ καρκίνου τό πάθος ἐκ τῆς χειρός οἴχεται τοῦ σεμνοῦ γυναίου, Παρθένε, τῇ ἐπισκέψει σου˙ ὅθεν ἡ πάσχουσα, ἐκ τῆς ὀδύνης λυθεῖσα, χαίρουσα ἐκήρυττς τά χαριστήρια.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θαυμαστῶς ὡραιώθη ἡ σή εἰκών, πάναγνε, καί ὑπέρ ἀκτῖνας ἡλίου φωτίζει ἅπαντας, Γοργοϋπήκοε˙ τίς οὖν αὐτήν ἐπαινέσει, ἥνπερ καί οἱ ἄγγελοι φόβῳ καλύπτουσιν;
Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη θεογεννῆτορ, τάς ἱκεσίας, Παρθένε, τῶν δούλων σου καί λύτρωσαι ἐκ παντοίων κινδύνων.
Ἀπέλασον τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου καί χαράν, Ἁγνή, τῷ σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τό δοχεῖον ὑπάρχουσα.
Ἱερεῦς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ἱερεῦς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τωaν δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ἱερεῦς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β'. Τὰ ἄνω ζητῶν
Πολέμοις, ἁγνή, πολλοῖς περικυκλούμενοι ἐχθρῶν ὁρατῶν καί ἀοράτων, Δέσποινα, σοί θερμῶς κραυγάζομεν, θραῦσον τά τούτων ὅπλα τῷ κράτει σου, καί εἰρηναίαν δός ἡμῖν ζωήν τοῖς σοῖς οἰκέταις, Γοργοϋπήκοε.
ᾨδὴ δ'. Ὁ Εἱρμὸς. Εἰσακήκοα Κύριε.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Εἰς τά πέρατα ἅπαντα ἡ θαυματουργός σου εἰκών τεθρύληται καί νῦν πάντες ἐν τῷ στόματι τήν Γοργοϋπήκοον προφέρουσι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Καί κατ’ ὄναρ, Παντάνασσα, ἀλλά καί καθ’ ὕπαρ, Γοργοϋπήκοε, φαινομένη τά θαυμάσια ἐκτελεῖς ἐν κόσμῳ τά παράδοξα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τίς σου, Κόρη, τό ὄνομα ἐν ἀνάγκῃ πάσῃ ἐπεκαλέσατο και γοργῶς αὐτοῦ οὐκ ἤκουσας, ὡς Γοργοϋπήκοος ὑπάρχουσα;
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακαρία γεγένησαι, ὦ Δοχειαρίου μονή ἐπίσημε, τήν εἰκόνα γάρ ἐπλούτησας Γοργοϋπηκόου τήν πανσέβαστον.
ᾨδὴ ε'. Ὁ Εἱρμὸς. Φώτισον ἡμᾶς.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Πῶς σου τήν μορφήν ὁ ἀνάξιος θεάσωμαι, Γοργοϋπήκοε παντάνασσα, μεμολυσμένοις ὀφθαλμοῖς μου τήν πανάσπιλον;
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Θάλασσα καί γῆ τῆς εἰκόνος σου τά θαύματα, Γοργοϋπήκοε, κηρύττουσι, τῶν σῶν χαρίτων γάρ ταῦτα ἄμφω ἀπήλαυσαν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κλέπτην φανεροῖς τόν τά χρήματα συλήσαντα τά τοῦ πλησίον, Μητροπάρθενε, καί ἀποδίδως δικαίως ταῦτα τῷ ἔχοντι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶδος το σεπτόν ἐμφερείας σου, Πανύμνητε, ὡς φῶς λαμπρύνει πάντας βλέποντας καί προσκυνεῖν αὐτό πείθει καί κατασπάζεσθαι.
ᾨδὴ ς'. Ὁ Εἱρμὸς. Τὴν δέησιν ἐκχεῶ.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Φιλόστοργος ὥσπερ μήτηρ, Δέσποινα, ὁραθεῖσα προσεκάλεις τόν παῖδα πρός ἑαυτήν, ἕως οὗ ἐλυτρώσω ἐκ τῆς χειρός τῶν ληστῶν, Μητροπάρθενε˙ ἀλλ’ εὕροιμέν σε καί ἡμεῖς οἱ σοί δοῦλοι μητέρα φιλόστοργον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Οὐκ ἔχομεν οἱ οἰκτροί οἰκέται σου ἄλλην πλήν σοῦ προστασίαν καί σκέπην˙ σιό, Ἁγνή, ἐκ καρδίας βοῶμεν, ἀπό κινδύνου παντός ἐλευθέρωσον τήν μάνδραν σου τήν ἱεράν καί πιστούς τούς πρός σέ καταφεύγοντας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὡς ἔσωσας θαλαττίου κλύδωνος τούς φωνήσαντας τήν θείαν σου κλῆσιν, οὕτως ἡμᾶς αἰσθητοῦ ναυαγίου καί νοητοῦ, Θεοτόκε, διάσωσον καί ὅρμισον εἰς γαληνούς σωτηρίας λιμένας τούς δούλους σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ κόσμος σε σωτηρίαν κέκτηται καί θερμήν ἐν πειρασμοῖς προστασίαν˙ ὅθεν, Ἁγνή, τῇ σεπτῇ σου εἰκόνα ἁπανταχόθεν προστρέχουσιν ἄνθρωποι καί πάντες σε καταφυγήν καί παράκλησιν, Κόρη, εὑρίσκουσιν.
Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη θεογεννῆτορ, τάς ἱκεσίας, Παρθένε, τῶν δούλων σου καί λύτρωσαι ἐκ παντοίων κινδύνων.
Ἀπέλασον τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου καί χαράν, Ἁγνή, τῷ σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τό δοχεῖον ὑπάρχουσα.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον(3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε ἐλέησον(3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον(3)
Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ἱερεῦς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β'
Πελάγει δεινῷ τοῦ βίου χειμαζόμενοι καί παντοίων παθῶν τρικυμίαις ποντούμενοι καί σάλῳ περιπίπτοντες, Παρθένε, πειρασμῶν, εἰς μορφήν σου τήν σεπτήν καταφεύγομεν θερμῶς ὡς εἰς λιμένα εὔδιον˙ ἔκτεινον ἡμῖν χεῖρα ὡς Πέτρῳ ὁ Υἱός σου καί κλυδωνίου ἐκ παντός ἡμᾶς, Κόρη, λύτρωσαι.
Α' Ἀντίφωνον
Ἦχος δ'
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου.(δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.(δίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Ἱερεῦς: Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον(γ').
Ἱερεῦς: Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεῦς: Εἰρήνη πᾶσι.
Καὶ τῶ Πνεύματί σου.
Ἱερεῦς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Δόξα σοί, Κύριε, δόξα σοί.
Ἱερεῦς: Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα σοί, Κύριε, δόξα σοί.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος β'
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Γοργοϋπηκόου ταῖς θείαις ἱκεσίαις ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Τήν Γοργοϋπήκοον τῆς Θεοτόκου εἰκόνα πάντες εὐφημήσωμεν, Σελήνην τήν ἔνδοξον καί ὁλοφωτον, τήν λαμπράν ἅλωνα, σφαῖραν τήν οὐράνιον και πολύαστρον ὑπάρχουσαν˙ Ἄρκτον ἑπτάστερον, δι’ ἧς πρός θεόν ὁδηγούμεθα˙ Παρθένον ἀγλαόμορφον ἄστροις τε πολλοῖς διαυγάζουσαν, Πλειάδα ὡραίαν καί ἶριν ποικιλόχροον, δι’ ἧς κατακλυσμοῦ ἡμᾶς ῥύεται πάντοτε ὁ Κύριος.
Ὅμοιον.
Πάντων τά αἰτήματα, Γοργοϋπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου τῶν εἰς σέ ἐκ πίστεως προσιόντων σοι καί τήν σήν, ἄχραντε, ἐπικαλουμένων ἀρωγήν τε καί ἀντίληψιν˙ ἐκ πάσης θλίψεως καί ἀσθενειῶν καί κακώσεων ψυχῆς ὁμοῦ καί σώματος ἅπαντας ἡμᾶς ἐλευθέρωσον, ἵνα σέ ὑμνῶμεν δοξάζοντες Χριστόν τόν σόν Υἱόν, ὅν ἐκδυσώπει, πανύμνητε, σῶσαι τάς ψυχάς ἡμῶν.
Ἱερεῦς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἱερεῦς: Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ Εἱρμὸς. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τοῖς τυφλοῖς ἐχαρίσω ὁφθαλμῶν τήν τοῦ βλέπειν, Κόρη, ἐνέργειαν˙ ἀλλά καί ψυχῆς κόρας ἡμῶν καταφώτισον καί τοῦ σώματος, ἄχραντε, ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεῖα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τοῖς κωφοῖς τό ἀκούειν ἐδωρήσω, Μαρία Γοργοϋπήκοε˙ ἀλλά καί ἡμῶν πάντων διάνοιξον τά ὦτα τῆς ψυχῆς καί τοῦ σώματος, ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεῖα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τῆς πληγῆς τῆς ἀκρίδος ὥσπερ πάλαι ἐρρύσω τούς προσφυγόντας σοι, οὕτως ἡμᾶς ἐκ ταύτης καί πάσης ἄλλης βλάβης ἀπολύτρωσαι, Δέσποινα, ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεῖα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὡς ἡνώρθωσας πρώην τόν παράλυτον, Κόρη Γοργοϋπήκοε, οὕτως ἡμᾶς κατ’ ἄμφω θερμῇ σου προστασίᾳ παρειμένους ἀνόρθωσον, ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεῖα.
ᾨδὴ η'. Ὁ Εἱρμὸς. Τὸν Βασιλέα.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἀπό παντοίων ἀρρωστημάτων, Παρθένε, ἡμᾶς ῥῦσαι θερμῇ σου προστασίᾳ, ὥσπερ τούτων, Κόρη, πολλούς ἐρρύσω πάλαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Πηγή θαυμάτων, Γοργοϋπήκοε Κόρη, ἡ εἰκών σου δέδεικται τῷ κόσμῷ, ἐξ’ ἧς οἱ διψῶντες ἀρύονται εἰς κόρον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀπολωλότα σύ φανεροῖς, Θεοτόκε, καί παρέχεις χαράν τοῖς εὑροῦσιν˙ ὡς πολλή ὑπάρχει εἰκόνος σου ἡ χάρις.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῇ προσταγῇ σου, Γοργοϋπήκοε Κόρη, πειθαρχοῦσι πάντα τά στοιχεῖα, ἐξ ὧν πάντας ῥύῃ τούς σέ προσκαλουμένους.
ᾨδὴ θ'. Ὁ Εἱρμὸς. Κυρίως Θεοτόκον.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Συνάχθητε προθύμως πρό τῆς σεπτῆς εἰκόνος Δοχειαριτίσσης νοσούντων συστήματα, ὁ ἰατρός γάρ ἐν ταύτῃ μένει ὁ ἄμισθος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Εἰκών ἡ ἱερά σου ἄλλη ἀναδείχθη τοῦ Σιλωάμ κολυμβήθρα, Πανύμνητε, ἀποκαθαίρουσα νόσους ψυχῆς καί σώματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Μονῆς Δοχειαρίου ὡς λαμπάς ἐξῆλθε τῆς Θεοτόκου εἰκών ἡ πανσέβαστος καί καταλάμπει τούς ταύτην πιστῶς γεραίροντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰκόνι τῇ ἁγίᾳ Γοργοϋπηκόου οἱ ἐν κινδύνοις προσπεύσατε ἅπαντες καί τῶν θαυμάτων τήν χάριν ἄφθονον λήψεσθε.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Γοργοϋπηκόου τήν θαυμαστήν καί σεπτήν εἰκόνα προσκυνήσωμεν, ἀδελφοί, θαύματα τελοῦσαν καί βρύπυσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.
Ἔχοντες εἰκόνα σου τήν σεπτήν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ καιρῷ τῷ τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Νῦν καιρός ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας, Κόρη, τῆς σῆς˙ λύτρωσαι οὖν πάσης ἀνάγκης καί κινδύνου καί χεῖρα βοηθείας τάχιστα ὄρεξον.
Ἔχει μέν, Παρθένε, ὁ οὐρανός σῶμα καί ψυχήν σου ἐξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν σου μονή Δοχειαρίου τήν ἐπικαλουμένην Γοργοϋπήκοον.
Ἆρον σου τά ὄμματα, Μαριάμ, καί ἴδε εὐσπλάχνως τούς εἰκόνι σου τῇ σεπτῇ παρεστῶτας, Κόρη, καί σέ παρακαλοῦντας, καί πλήρωσον αἰτήσεις τούτων, πανύμνητε.
Ἴδοιμι, Παρθένε, ψυχορραγῶν ἐν καιρῷ θανάτου τήν εἰκονα σου τήν σεπτήν, παραμυθουμένην καί ἱλαρῶς ὁρῶσαν καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.
Τέτρωμαι τῷ πόθῳ σου, Μαριάμ, φλέγει με ὁ ἔρως καθορᾶν σου τῆς ἱερᾶς εἰκόνος, Παρθένε, τό κάλλος καί τήν δόξα, καί κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν σε.
Τί ἀνταποδώσομεν οἱ οἰκτροί δοῦλοί σου, Παρθένε, ἀντί χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω ἡμῖν χαρισαμένη εἰκόνα σου τήν θείαν πλοῦτον οὐράνιον;
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον,(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεῦς: Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
ἈμήνἮχος α’. Τῆς ἐρήμου πολίτης.
Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων σου, τήν θαυματουργόν σου Εἰκόνα, Θεοτόκε, πλουτίσαντες˙ ἐκ ταύτης τῶν θαυμάτων τάς ῥοάς ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ. Σύ γάρ Γοργοϋπήκοος βοηθός πέλεις τῶν ἐκβοώντων σοι˙ Δόξα τοῖς σοῖς χαρίσμασιν, ἁγνή, δόξα τῇ παρθενίᾳ σου, δόξα τῇ πρός ἡμᾶς σου ἀνεκφράστῳ προνοίᾳ, ἄχραντε.
Ἱερεῦς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον,
Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον,
Ἱερεῦς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον,
Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἱερεῦς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον,
Ἱερεῦς: Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον,
Ἱερεῦς: Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον,
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἱερεῦς: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου
Πάντας τούς τήν θείαν καί σεπτήν σοῦ ἀσπαζομένους εἰκόνα, Γοργοϋπήκοε σύ, νόσων ἐλευθέρωσον ψυχῆς καί σώματος, ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ, λοιμοῦ, Κόρη, ἀκρίδος, χαλάζης τε καί πάσης μάστιγος˙ ἵνα ἐκ παντοίων κινδύνων πάντοτε λυτρούμενοι πάντες σοῦ τό θεῖον ὄνομα δοξάζωμεν.
Ἦχος πλ. δ'
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἱερεῦς: Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.