cross

Παρακλητικός Κανών εἰς τον Άγιον Μεγαλομάρτυρα Δημήτριον τον Μυροβλήτην

Εικόνα του Αγίου Μεγαλομάρτυρα Δημητρίου του Μυροβλήτην
Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ψαλμὸς ΡΜΒʹ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ως του Σωτήρος ευκλεής Αθλοφόρος, και ευσεβούντων βοηθός και προστάτης, Μεγαλομάρτυς Άγιε Δημήτριε, λύτρωσαι την πόλιν σου, συμφορών και κινδύνων, δίδου δε τοις σπεύδουσι, τη πανσέπτω σορώ σου, αμαρτημάτων λύσιν και παθών, ταις προς Θεόν, ευπροσδέκτοις πρεσβείαις σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ως του Σωτήρος ευκλεής Αθλοφόρος, και ευσεβούντων βοηθός και προστάτης, Μεγαλομάρτυς Άγιε Δημήτριε, λύτρωσαι την πόλιν σου, συμφορών και κινδύνων, δίδου δε τοις σπεύδουσι, τη πανσέπτω σορώ σου, αμαρτημάτων λύσιν και παθών, ταις προς Θεόν, ευπροσδέκτοις πρεσβείαις σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν,Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ελέησον με, ο Θεός, κατά το μέγα έλεος σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. ’Οτι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου έστι διαπαντός. Σοί μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα· όπως αν δικαιωθής εν τοις λόγοις οσυ και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μή απορρίψης με από του προσώπου σου και το πνεύμα σου το άγιον μη αντανέλης απ’εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων, ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. ’Οτι εί ηθέλησας θυσίαν, έδωκα αν’ ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.
ᾨδὴ α'. Ὁ Εἱρμὸς. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Τροπάρια.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Ισχύϊ αθλήσας τη θεϊκή, Δημήτριε Μάρτυς, ισχύν δίδου κατά παθών, τη σή αντιλήψει Αθλοφόρε, τοίς τη θερμή προσίουσι πρεσβεία σου.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Θαυμάτων παράδοξα ενεργών, λυτρούσαι κινδύνων, και παντοίων επιφορών, Δημήτριε Μάρτυς του Κυρίου, τους προσίοντας πιστώς τη πρεσβεία σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ιλέωσαι Μάρτυς ως συμπαθής, Χριστόν τον Σωτήρα, ως αν εύρωμεν ιλασμόν, και λύσιν παθών τε και πταισμάτων, οι σε προστάτην πλουτούντες Δημήτριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μαρία Παρθένε η εν σαρκί, Θεόν τετοκυία, της σαρκός μου τας χαλεπάς, ίασαι οδύνας και ψυχής μου, την σκοτομήνην φωτί σου διάλυσον.
ᾨδὴ γ'. Ὁ Εἱρμὸς. Οὐρανίας ἁψῖδος.
Τροπάρια.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Υπέρ πάντων δυσώπει, τον ευμενή Κύριον, πάσης εκλυτρούσθαι ανάγκης, και περιστάσεως, Μάρτυς Δημήτριε, τους ακλινεί διανοία τω ναώ σου σπεύδοντας, και σε γεραίροντας.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Ρώσιν δίδου σωμάτων, και των ψυχών ίασιν, και πολυειδών συμπτώματων, την απολύτρωσιν, Μάρτυς Δημήτριε, ταις προς Χριστόν ικεσίαις, τοις θερμώς προστρέχουσι τη προστασία σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Οι τω θείω ναώ σου, μετά σπουδής σπεύδοντες, πάσης λυτρωθείημεν βλάβης, του πολεμήτορος, Μάρτυς Δημήτριε, και θεϊκής ευσπλαχνίας, τύχοιμεν πρεσβείαις σου, αξιοθαύμαστε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χορηγόν του ελέους, και οικτιρμών πέλαγος, τον Δημιουργόν των απάντων, Παρθένε τέξασα, δι’ αγαθότητα, ημάς οικτείρησον πάντας, τους τον ανερμήνευτον, υμνούντας τόκον σου.
Διάσωσον Μεγαλομάρτυς Δημήτριε σαις πρεσβείαις, πάσης βλάβης και θλιβερών περιστάσεων, τους σε μεσίτην προν Κύριον κεκτημένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τωaν δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Ἀμήν.
Κάθισμα. Ἦχος β'. Πρεσβεία θερμή
Προστάτης θερμός, Θεσσαλονίκης πέφηνας, εκ πάσης οργής, και θλίψεως ρυόμενος, Δημήτριε πανεύφημε, τους θερμώς εκβόωντας εκ πίστεως. Επερχομένων ημάς συμφορών, ατρώτους διάσωζε δεόμεθα.
ᾨδὴ δ'. Ὁ Εἱρμὸς. Εἰσακήκοα Κύριε.
Τροπάρια.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Επιφάνηθι Άγιε, αοράτως ταύτη τη κληρουχία σου, και την λύπην διασκέδασον, την νυν κατασχούσαν τας ψυχάς ημών.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Υπερήφανον δράκοντα, καθ’ημών τα χείρονα τεκταινόμενον, κατασύντριψον Δημήτριε, τη κραταιοτάτη προστασία σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Μη ελλείπης λυτρούμενος πάσης δυσχερείας ταύτην την πόλιν σου, ως ερρύσω ταύτην Άγιε, απειλής σεισμού και ολεθρεύσεως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ως τεκούσα εν σώματι, τον Δημιουργόν Παρθένε της κτίσεως, καθικέτευε δεόμεθα, πάσης ημάς ρύεσθαι κακώσεως.
ᾨδὴ ε'. Ὁ Εἱρμὸς. Φώτισον ἡμᾶς.
Τροπάρια.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Νόσων και παθών, απολύτρωσαι Δημήτριε, τους προσπίπτοντας τη θεία σου σορώ, εξ ής ρέει Παρακλήτου χάρις άφθονος.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Ήθλησας στερρώς, και ηγίασας την πόλιν σου, ταις του αίματος και μύρου προχοαίς, ήν και νύν εκ πάσης ρύου Μάρτυς θλίψεως.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Μέγαν αρωγόν, και προστάτην συμπαθέστατον, κεκτημένοι σε οι Θεσσαλονικείς, κατά χρέος σε γεραίρουσι Δημήτριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Άλυπον ημών, την ζωήν Παρθένε τήρησον, και εκ πάσης αθυμίας του εχθρού, τας ψυχάς ημών απάλλαξον δεόμεθα.
ᾨδὴ ς'. Ὁ Εἱρμὸς. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Τροπάρια.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Σορός σου, Μεγαλομάρτυς η θεία, ώσπερ άλλο ιλαστήριον θείον, Θεσσαλονίκη τη πόλει σου ώφθη, αγιασμόν και παθών απολύτρωσιν, και ιλασμόν αμαρτιών, τοις πιστοίς χορηγούσα Δημήτριε.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Σκανδάλων, και νοσημάτων και πόνων, και σεισμού της ολεθρίου μανίας, ταις προς Χριστόν ικεσίαις σου Μάρτυς, την κληρουχίαν σου άτρωτον φύλαττε, ότι τη ση διά παντός, προστασία προστρέχει Δημήτριε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κινδύνου, ως ελυτρώσω παμμάκαρ, εκ σεισμού του βαρυτάτου λιταίς σου, Θεσσαλονίκην την πόλιν σου Μάρτυς, ούτως αυτήν αεί άτρωτον φύλαττε, επερχομένων συμφορών, παρρησίαν πλουτών προς τον Κύριον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ετέχθη, εκ των αγνών σου αιμάτων, ο το είναι δεδωκώς πάσι Κόρη, εκ της φθοράς εξαιρούμενος πάντας, τους προσκυνούντας το μέγα μυστήριον, του τοκετού σου του φρικτού, Θεοτόκε Παρθένε Πανύμνητε.
Διάσωσον Μεγαλομάρτυς Δημήτριε σαις πρεσβείαις, πάσης βλάβης και θλιβερών περιστάσεων, τους σε μεσίτην προν Κύριον κεκτημένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ἱερεὺς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β'. Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε
In the past, fragrant myrrh flowed, from your holy tomb Demetrios; now, blessed one, you grant the grace of the Spirit who dwells in you, to those who approach with faith and longing.
Α' Ἀντίφωνον
Ἦχος δ'
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου.(β').
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.(β').
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Ἱερεὺς: Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῶ Πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Δόξα σοί, Κύριε, δόξα σοί.
Ἱερεὺς: Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς. Προσέχετε από των ανθρώπων• επιβαλούσι γαρ εφ’ υμάς τας χείρας αυτών, και διώξουσι, παραδίδοντες εις συναγωγάς και φυλακάς, αγομένους επί βασιλείς και ηγεμόνας, ένεκεν του ονόματός μου. Αποβήσεται δε υμίν εις μαρτύριον. Θέσθε ουν εις τας καρδίας υμών, μη προμελετάν απολογηθήναι• εγώ γαρ δώσω υμίν στόμα και σοφίαν, η ού δυνήσονται αντειπείν, ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπό γονέων, και αδελφών, και συγγενών, και φίλων, και θανατώσουσιν εξ υμών. Και έσεσθε μισούμενοι υπό πάντων διά το όνομά μου• και θρίξ εκ της κεφαλής υμών ου μη απόληται. Εν τη υπομονή υμών κτήσασθε τας ψυχάς υμών.
Δόξα σοί, Κύριε, δόξα σοί.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος β'
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Όλη μετά πίστεως, τη ση θερμή προστασία, Άγιε Δημήτριε, σπεύδουσα η πόλις σου ανακράζει σοι. Ως ποτέ έσωσας, και πολλάκις Μάρτυς, χαλεπών με περιστάσεων, ούτω διάσωσε, και επερχομένων κακώσεων, λαόν σου τον θεόφρονα, τον ειλικρινώς πεποιθότα σοι, πταισμάτων την λύσιν, αιτούμενος ημίν παρά Χριστού, και νοσημάτων την ίασιν, και παθών εκλύτρωσιν.
Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον(ιβ').
Ἱερεὺς: Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀμήν.
ᾨδὴ ζ'. Ὁ Εἱρμὸς. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τροπάρια.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Πειρασμών αδοκήτων, και σεισμών βαρυτάτων ημάς απάλλαξον, τη ση επιστασία, Δημήτριε τρισμάκαρ, τους εν πίστει κραυγάζοντας• ο των Πατέρων ημών, Θεός ευλογητός εί.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Ως λειμών πανευώδης, η σορός των λειψάνων σου πνέει πάντοτε, οσμήν αθανασίας, ημών τας διανοίας, μυστικώς κατευφραίνουσιν, και το δυσώδες παθών, Δημήτριε σοβούσαν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Νεκρωθείς τη κακία, τη θερμή σου πρεσβεία σπεύδω Δημήτριε, και πίστει εκβοώ σοι. Νέκρωσον των παθών μου, τα σκιρτήματα άπαντα, και ζώωσον μου τον νούν, τη χάριτι σου Μάρτυς.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Γνώσει λάμπρυνον θεία, τον αγνώμονα νούν μου Παρθένε Άχραντε, ως αν της μετανοίας, πορεύσωμαι τας τρίβους, και ζωής τύχω κρείττονος, ο καταφεύγων Αγνή, τη κραταιά σου σκέπη.
ᾨδὴ η'. Ὁ Εἱρμὸς. Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι.
Τροπάρια.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Έχει σε πόλις, Θεσσαλονίκη προστάτην, δια τούτο σου Δημήτριε κηρύττει, τας ευεργεσίας, και χάριτος τον πλούτον.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Ρύου απαύστως, επιφορών και κινδύνων, τους προστρέχοντας τοις θείοις σου Λειψάνοις, και την σην πρεσβείαν, Δημήτριε ζητούντας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Αΰλου μύρου, τη μυστική ευωδία, των παθών ημών την δυσωδίαν λύσον, ίνα σε τιμώμεν, Δημήτριε παμμάκαρ.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Συ εί Παρθένε, ως του Θεού ημών Μήτηρ, καταφύγιον και λύτρον εν ανάγκαις, των υπερυψούντων, τον άφραστον σου τόκον.
ᾨδὴ θ'. Ὁ Εἱρμὸς. Κυρίως Θεοτόκον.
Τροπάρια.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Ιάσεις αναβλύζει, η σεπτή σορός σου, τη επομβρία του Πνεύματος Άγιε, τοις αδιστάκτω καρδία σε μεγαλύνουσι.
‘Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Μαστίγων ολεθρίων, και σεισμού μανίας, Θεσσαλονίκην την πόλιν σου φύλαττε, Μεγαλομάρτυς Δημήτριε ευφημούσαν σε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Οι πίστει προσιόντες, τη σεπτή σορώ σου, επηρειών χαλεπών απαλλάττονται, και κατά χρέος Δημήτριε ανυμνούσι σε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Υψίστου η καθέδρα, Κεχαρίτωμενη, την πεπτωκυίαν ψυχήν μου τοις πάθεσι, προς πολιτείας αγίας ύψωσον έλλαμψιν.
Μεγαλυνάρια
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Χαίροις των Μαρτύρων η καλλονή, και Θεσσαλονίκης, πολιούχος ο ευκλεής• χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ ημών προς τον Σωτήρα, πρέσβυς θερμότατος.
Δέδεκται εν κόλποις την ιεράν, σορόν σου παμμάκαρ, ως ουράνιον θησαυρόν, η Θεσσαλονίκη, ης πάλαι εστερήθη, και πόθω ευφημεί σε Μάρτυς Δημήτριε.
Λύτρωσαι κινδύνων παντοδαπών, Δημήτριε Μάρτυς, και παντοίων δυσχερειών, τους την σην πρεσβείαν, από ψυχής αιτούντας, και τη σεπτή σορώ σου, πίστει προσπίπτοντας.
Ως ερρύσω Μάρτυς φθοράς σεισμού, την Θεσσαλονίκην, τη θερμή σου επισκοπή, ούτω ταύτην ρύου, και πάσαν την Ελλάδα, επερχομένων πόνων, και περιστάσεων.
Μύρου ευωδία του νοητού, Μυροβλύτα Μάρτυς, αποδίωξον αφ’ ημών, παθών ακαθάρτων, την δυσωδίαν θάττον, και των πταισμάτων αίτει, ημίν την άφεσιν.
Ίδε τους εστώτας πανευλαβώς, τη σεπτή σορώ σου, Μυροβλύτα Μάρτυς σοφέ και άπασι δίδου, τας σωτηρίους δόσεις, την καθ’ ημών μανίαν, λύων του δράκοντος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον(γ').
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Απολυτίκιον. Ήχος γ’.
Μέγαν εύρατο εν τοις κινδύνοις, σε υπέρμαχον η οικουμένη, αθλοφόρε τα έθνη τροπούμενον. Ως ούν Λυαίου καθείλες την έπαρσιν, εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως άγιε Μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Ἱερεὺς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον(γ').
Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἱερεὺς: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ήχος β’. Ότε εκ του ξύλου.
Πάντας τους προσπίπτοντας πιστώς, τοις σοις μυριπνόοις λειψάνοις, και δυσωπούντες σε, Άγιε Δημήτριε, Μεγαλομάρτυς Χριστού, ρύσαι πάσης κακώσεως, σεισμού τε ανάγκης, και παντοίων θλίψεων, ψυχής και σώματος, έχων προς Χριστόν παρρησίαν, και πληρών αεί τας αιτήσεις, των ειλικρινώς μακαριζόντων σε.
Ήχος πλ. δ΄.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ήχος β΄.
Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου.
Ἱερεὺς: Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
orthodoxprayerbookorg at gmail.com