ΑΡΧΙΚΗΠΡΟΟΙΜΙΑΚΗ ΠΡΟΣΕΥΧΗΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Α' ΩΡΑΣΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Γ' ΩΡΑΣΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΤ' ΩΡΑΣ
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ' ΩΡΑΣ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΘΕΙΑΣ ΜΕΤΑΛΗΨΕΩΣΑΠΟΔΕΙΠΝΟΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΧΑΙΡΕΤΙΣΜΩΝΜ. ΕΒΔΟΜΑΔΑΤΟ ΨΑΛΤΗΡΙΟΝΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΠΑΡΘΕΝΙΟΥΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥΜΕΣΩΡΙΟΝ τῆς Θ' ΩΡΑΣ
Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.
Κύριε ἐλέησονιβ'
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 112
Αινείτε, παίδες, Κύριον, αινείτε το όνομα Κυρίου. Είη το όνομα Κυρίου ευλογημένον από του νυν και έως του αιώνος. Από ανατολών ηλίου μέχρι δυσμών αινετόν το όνομα Κυρίου. Υψηλός επί πάντα τα έθνη ο Κύριος· επί τους ουρανούς η δόξα αυτού. Τίς ως Κύριος ο Θεός ημών; Ο εν υψηλοίς κατοικών και τα ταπεινά εφορών, εν τω ουρανώ και εν τη γη. Ο εγείρων από γης πτωχόν και από κοπρίας ανυψών πένητα. Του καθίσαι αυτόν μετά αρχόντων, μετά αρχόντων λαού αυτού. Ο κατοικίζων στείραν εν οίκω, μητέρα επί τέκνοις ευφραινομένην.
Ψαλμὸς 137
Εξομολογήσομαι σοι, Κύριε, εν όλη καρδία μου, και εναντίον αγγέλων ψαλώ σοι, ότι ήκουσας πάντα τα ρήματα του στόματος μου. Προσκυνήσω προς ναόν άγιον σου και εξομολογήσομαι τω ονόματι σου, επί τω ελέει σου, και τη αληθεία σου· ότι εμεγάλυνας επί παν το όνομα το άγιον σου. Εν ή αν ημέρα επικαλέσωμαι σε, ταχύ επάκουσον μου· πολυωρήσεις με εν ψυχή μου δυνάμει σου. Εξομολογησάσθωσαν σοι, Κύριε, πάντες οι βασιλείς της γης, ότι ήκουσαν πάντα τα ρήματα του στόματος σου. Και ασάτωσαν εν ταις ωδαίς Κυρίου, ότι μεγάλη η δόξα Κυρίου, ότι υψηλός Κύριος και τα ταπεινά εφορά και τα υψηλά από μακρόθεν γινώσκει. Εάν πορευθώ εν μέσω θλίψεων, ζήσεις με· επ’ οργήν εχθρών μου εξέτεινας χείρας σου, και έσωσε με η δεξιά σου. Κύριος ανταποδώσει υπέρ εμού. Κύριε, το έλεος σου εις τον αιώνα, τα έργα των χειρών σου μη παρίδης.
Ψαλμὸς 139
Εξελού με, Κύριε, εξ ανθρώπου πονηρού, από ανδρός αδίκου ρύσαι με, οίτινες ελογίσαντο αδικίαν εν καρδία, όλην την ημέραν παρετάσσοντο πολέμους. Ηκόνησαν γλώσσαν αυτών ωσεί όφεως· ιός ασπίδων υπό τα χείλη αυτών. Φύλαξον με, Κύριε, εκ χειρός αμαρτωλού, από ανθρώπων αδίκων εξελού με, οίτινες διελογίσαντο του υποσκελίσαι τα διαβήματα μου· έκρυψαν υπερήφανοι παγίδα μοι, και σχοινίοις διέτειναν παγίδα τοις ποσί μου· εχόμενα τρίβου σκάνδαλα έθεντο μοι. Είπα τω Κυρίω· Θεός μου ει σύ· ενώτισαι, Κύριε, την φωνήν της δεήσεώς μου. Κύριε, Κύριε, δύναμις της σωτηρίας μου, επεσκίασας επί την κεφαλήν μου εν ημέρα πολέμου. Μη παραδώς με, Κύριε, από της επιθυμίας μου αμαρτωλώ· διελογίσαντο κατ’ εμού, μη εγκαταλίπης με, μήποτε υψωθώσι. Η κεφαλή του κυκλώματος αυτών, κόπος των χειλέων αυτών καλύψει αυτούς. Πεσούνται επ’ αυτούς άνθρακες, εν πυρί καταβαλείς αυτούς, εν ταλαιπωρίαις ου μη υποστώσι. Ανήρ γλωσσώδης ού κατευθυνθήσεται επί της γης· άνδρα άδικον κακά θηρεύσει εις διαφθοράν. ’Εγνων, ότι ποιήσει Κύριος την κρίσιν των πτωχών και την δίκην των πενήτων. Πλην δίκαιοι εξομολογήσονται τω ονόματι σου, και κατοικήσουσιν ευθείς συν τω προσώπω σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός,
Κύριε, ἐλέησον(γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Τροπάρια
Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσῃς με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τῇ ἁγίᾳ σου ποίμνῃ συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Δόξα...
Ὡς ὁ Λῃστὴς ὁμολογῶ, καὶ βοῶ σοι τῷ ἀγαθῷ· Μνήσθητι μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου, καὶ σὺν αὐτῷ με συναρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.
Καὶ νῦν...
Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία, ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις, ὁ Υἱὸς καὶ Θεός μου.
Κύριε ἐλέησον(μ')
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον(γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Δι' εὐχῶν... Ἀμήν.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου· Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναμπέπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησονγ'
ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν...