cross

ΜΕΣΩΡΙΟΝ τῆς Γ' ΩΡΑΣ

Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.
Κύριε ἐλέησονιβ'
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 29
Υψώσω σε, Κύριε, ότι υπέλαβες με και ούκ εύφρανας τους εχθρούς μου επ’εμέ. Κύριε ο Θεός μου, εκέκραξα προς σε, και ιάσω με. Κύριε, ανήγαγες εξ ’Αδου την ψυχήν μου, έσωσας με από των καταβαινόντων εις λάκκον. Ψάλατε τω Κυρίω οι όσιοι αυτού και εξομολογείσθε τη μνήμη της αγιωσύνης αυτού. ’Οτι οργή εν τω θυμώ αυτού και ζωή εν τω θελήματι αυτού· το εσπέρας αυλισθήσεται κλαυθμός και εν τω πρωί αγαλλίασις. Εγώ δε είπα εν τη ευθηνία μου· ου μη σαλευθώ εις τον αιώνα. Κύριε, εν τω θελήματι σου παρέσχου τω κάλλει μου δύναμιν, απέστρεψας δε το πρόσωπον σου και εγενήθην τεταραγμένος Προς σε, Κύριε, κεκράξομαι, και προς τον Θεόν μου δεηθήσομαι. Τίς ωφέλεια εν των αίματι μου, εν τω καταβαίνειν με εις διαφθοράν; Μή εξομολογήσεται σοι χους ή αναγγελεί την αλήθειαν σου; ’Ηκουσε Κύριος, και ηλέησε με· Κύριος εγεννήθη βοηθός μου. ’Εστρεψας τον κοπετόν μου εις χαράν εμοί, διέρρηξας τον σάκκον μου και περιέζωσας με ευφροσύνην. ’Οπως αν ψάλη σοι η δόξα μου και ου μη κατανυγώ· Κύριε ο Θεός μου, εις τον αιώνα εξομολογήσομαι σοι.
Ψαλμὸς 31
Μακάριοι, ων αφέθησαν αι ανομίαι και ών επεκαλύφθησαν αι αμαρτίαι. Μακάριος ανήρ, ώ ου μη λογίσηται Κύριος αμαρτίαν, ουδέ έστιν εν τω στόματι αυτού δόλος. ’Οτι εσίγησα, επαλαιώθη τα οστά μου, από του κράζειν με όλην την ημέραν. ’Οτι ημέρας και νυκτός εβαρύνθη επ’εμέ η χείρ σου, εστράφην εις ταλαιπωρίαν εν τω εμπαγήναι μοι άκανθαν. Την ανομίαν μου εγνώρισα, και την αμαρτίαν μου ούκ εκάλυψα. Είπα· Εξαγορεύσω κατ’εμού την ανομίαν μου τω Κυρίω, και συ αφήκας την ασέβειαν της καρδίας μου. Υπερ ταύτης προσεύξεται προς σε πάς όσιος εν καιρώ ευθέτω· πλην εν κατακλυσμώ υδάτων πολλών προς αυτόν ούκ εγγιούσι. Σύ μου εί καταφυγή από θλίψεως της περιεχούσης με, το αγαλλίαμα μου· λύτρωσαι με από των κυκλωσάντων με. Συνετιώ σε και συμβιβώ σε εν οδώ ταύτη, ή πορεύση, επιστηριώ επί σε τους οφθαλμούς μου. Μη γίνεσθε ώς ίππος και ημίονος, οις ουκ έστι σύνεσις· εν κημώ και χαλινώ τας σιαγόνας αυτών άγξαι, των μη εγγιζόντων προς σε. Πολλαί αι μάστιγες του αμαρτωλου, τον δε ελπίζοντα επί Κύριον έλεος κυκλώσει. Ευφράνθητε επί Κύριον και αγαλλιάσθε, δίκαιοι, και καυχάσθε, πάντες οι ευθείς τη καρδία.
Ψαλμὸς 60
Εισάκουσον, ο Θεός, της δεήσεως μου, πρόσχες τη προσευχή μου. Από των περάτων της γης προς σε εκέκραξα, εν τω ακηδιάσαι την καρδίαν μου· εν πέτρα ύψωσας με. Ωδήγησας με, ότι εγενήθης ελπίς μου, πύργος ισχύος από προσώπου εχθρού. Παροικήσω εν τω σκηνώματί σου εις τους αιώνας· σκεπασθήσομαι εν τη σκέπη των πτερύγων σου. ’Οτι συ, ο Θεός, εισήκουσας των ευχών μου· έδωκας κληρονομίαν τοις φοβουμένοις το όνομα σου. Ημέρας εφ’ ημέρας του βασιλέως προσθήσεις, τα έτη αυτού εως ημέρας γενεάς και γενεάς. Διαμενεί εις τον αιώνα ενώπιον του Θεού· έλεος και αλήθειαν τίς εκζητήσει; Ούτω ψαλώ τω ονόματι σου εις τους αιώνας, του αποδούναι με τας ευχάς μου ημέραν εξ ημέρας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός,
Κύριε, ἐλέησον(γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Τροπάρια
Ὁ Θεός τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σην ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Δόξα...
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν...
Τεῖχος ἀκαταμάχητον ἡμῶν τῶν Χριστιανῶν, ὑπάρχεις Θεοτόκε Παρθένε· πρὸς σὲ γὰρ καταφεύγοντες, ἄτρωτοι διαμένομεν, καὶ πάλιν ἁμαρτάνοντες, βοῶμέν σοι· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.
Κύριε ἐλέησον(μ')
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον(γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Δι' εὐχῶν... Ἀμήν.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τὴν σὴν εἰρήνην δεδωκὼς τοῖς ἀνθρώποις, καὶ τὴν τοῦ Παναγίου Πνεύματος δωρεὰν τοῖς σοῖς Μαθηταῖς καὶ Ἀποστόλοις καταπέμψας, καὶ τὰ τούτων χείλη ἐκ πυρίνων γλωσσῶν διανοίξας δυνάμει σου, διάνοιξον καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ χείλη, καὶ δίδαξον ἡμᾶς, πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι. Κυβέρνησον ἡμῶν τὴν ζωήν, ὁ εὔδιος τῶν χειμαζομένων λιμήν, καὶ γνώρισον ἡμῖν ὁδόν, ἐν ᾗ πορευσόμεθα. Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις ἡμῶν, καὶ Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας ἡμῶν στήριξον ὀλισθηρόν, ἵνα καθ' ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ, πρὸς τὸ συμφέρον ὁδηγούμενοι, καταξιωθῶμεν ποιεῖν τὰς ἐντολάς σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου καὶ ἐρευνητικῆς τῶν πεπραγμένων τοῖς ἀνθρώποις παρουσίας, καὶ μὴ τοῖς φθειρομένοις τοῦ κόσμου τούτου ἐναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῆς τῶν μελλόντων ὀρέγεσθαι ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν, ὅτι εὐλογητὸς καὶ αἰνετὸς ὑπάρχεις ἐν πᾶσι τοῖς Ἁγίοις σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησονγ'
ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν...