Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τρισάγιον.
Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κύριε ἐλέησον(ιβ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ΡΜΒʹ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Ἱερεὺς: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ἱερεὺς: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε ἐλέησον
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοί, Κύριε.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἦχος πλ. βʹ.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Στίχ. αʹ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Στίχ. βʹ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Τροπάρια.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλʼ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ψαλμὸς Nʹ (50).
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Ὁ Κανών.
Ἦχος δʹ. ᾨδὴ αʹ. Θαλάσσης τὸ ἐρυθραῖον.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ἐλαίῳ, τῆς εὐσπλαγχνίας Δέσποτα, ὁ ἱλαρύνων ἀεί, ψυχὰς ὁμοῦ καὶ σώματα βροτῶν, καὶ φρουρῶν ἐν ἐλαίῳ πιστούς· αὐτὸς καὶ νῦν οἰκτείρησον, τοὺς διʼ ἐλαίου προσιόντας σοι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ὑπάρχει, σοῦ τοῦ ἐλέους Δέσποτα, πλήρης ἡ σύμπασα γῆ· ὅθεν ἐλαίῳ θείῳ μυστικῶς, οἱ χριόμενοι σήμερον, τὸν ὑπὲρ νοῦν σου ἔλεον, πιστῶς αἰτοῦμέν σε δοθῆναι ἡμῖν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Χρισμόν σου, τὸν ἱερόν, φιλάνθρωπε, ὁ ἀποστόλοις τοῖς σοῖς, ἐπʼ ἀσθενοῦσι δούλοις σου τελεῖν, συμπαθῶς ἐντειλάμενος, ταῖς διʼ αὐτῶν ἐντεύξεσι, πάντας σφραγῖδι σου ἐλέησον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ μόνη, τὸ τῆς εἰρήνης πέλαγος, Ἁγνή, πλουτήσασα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀεί, νοσημάτων καὶ θλίψεων, τοὺς σοὺς οἰκέτας λύτρωσαι, ὅπως ἀπαύστως μεγαλύνωσί σε.
ᾨδὴ γʹ. Εὐφραίνεται ἐπὶ σοί.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Σὺ μόνος ὢν θαυμαστός, καὶ ἐν ἀνθρώποις τοῖς πιστοῖς ἵλεως, τοῖς ἀσθενοῦσι δεινῶς, δός, Χριστὲ τὴν χάριν σου ἄνωθεν.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ἐλαίας κάρφος ποτέ, πρὸς ἀνοχὴν κατακλυσμοῦ θείᾳ σου, δείξας ῥοπῇ, Κύριε, σῶσον ἐν ἐλέει τοὺς κάμνοντας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Λαμπάδι θείᾳ φωτός, ἐν τῷ ἐλέει σου, Χριστέ, φαίδρυνον, τοὺς ἐν τῇ χρίσει καὶ νῦν, πίστει τοῦ ἐλέους σου σπεύδοντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐπίβλεψον εὐμενῶς, Μήτηρ τοῦ πάντων Ποιητοῦ ἄνωθεν, καὶ τὴν πικρὰν κάκωσιν, λῦσον τοὺς νοσοῦντας πρεσβείαις σου.
Κάθισμα.
Ἦχος πλ. δʹ. Αὐλῶν ποιμενικῶν.
Ὡς θεῖος ποταμός, τοῦ ἐλέους ὑπάρχων, ὡς ἄβυσσος πολλῆς, συμπαθείας οἰκτίρμον, δεῖξον τοῦ σοῦ ἐλέους τὰ θεῖα ῥεῖθρα, καὶ πάντας ἴασαι· βλῦσον τὰς τῶν θαυμάτων πηγὰς ἀφθόνως, καὶ πλῦνον ἅπαντας· σοὶ γὰρ ἀεὶ προστρέχοντες θερμῶς, τὴν χάριν ἐξαιτούμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἰατρὸς καὶ βοηθὸς τῶν ἐν πόνοις, ὁ λυτρωτής τε καὶ σωτὴρ τῶν ἐν νόσοις, αὐτὸς τῶν ὅλων Δέσποτα καὶ Κύριε, δώρησαι τὴν ἴασιν, τοῖς νοσοῦσί σου δούλοις, οἴκτειρον ἐλέησον, τοὺς πολλὰ ἐπταικότας, καὶ τῶν σφαλμάτων λύτρωσαι Χριστέ, ὅπως δοξάζωσι τὴν θείαν σου δύναμιν.
ᾨδὴ δʹ. Ἐπαρθέντα σε ἰδοῦσα.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ἀδιάφθορον ὡς μύρον Σωτὴρ ὑπάρχων, τὸ κενωθὲν ἐν χάριτι, καὶ κόσμον καθαῖρον, οἴκτειρον, ἐλέησον τοὺς τῇ θείᾳ πίστει σου, μώλωπας σαρκὸς ἐπαλείφοντας.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ἱλαρότητι σφραγῖδος τοῦ σου ἐλέους, νῦν τὰς αἰσθήσεις Δέσποτα, σφραγίσας σῶν δούλων, ἄβατον, ἀπρόσιτον, τὴν εἴσοδον ποίησον, πάσαις ἐναντίαις δυνάμεσιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὁ προσκαλεῖσθαι κελεύων τοὺς ἀσθενοῦντας, ἱερουργοὺς ἐνθέους σου, καὶ τούτων ἐντεύξει, καὶ χρίσει ἐλαίου σου, φιλάνθρωπε σῴζεσθαι, σῶσον σῷ ἐλέει τοὺς κάμνοντας..
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτόκε ἀειπάρθενε παναγία, σκέπη στεῤῥὰ καὶ φύλαξ μου, λιμήν τε καὶ τεῖχος, κλῖμαξ καὶ προπύργιον, ἐλέησον οἴκτειρον· πρὸς σὲ γὰρ καὶ μόνην κατέφυγον.
ᾨδὴ εʹ. Σὺ Κύριέ μου φῶς.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ὑπάρχων ἀγαθέ, τοῦ ἐλέους ἡ ἄβυσσος, ἐλέησον ἐλεῆμον, σοῦ τῷ θείῳ ἐλαίῳ, τοὺς κάμνοντας ὡς εὔσπλαγχνος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ψυχὰς ἡμῶν Χριστέ, καὶ τὰ σώματα ἄνωθεν, σφραγῖδός σου θείῳ τύπῳ, ἁγιάσας ἀφράστως, χειρί σου πάντας ἴασαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀφάτῳ σου στοργῇ, ὑπεράγαθε Κύριε, δεξάμενος τὰς τοῦ μύρου, διὰ πόρνης ἀλείψεις, οἰκτείρησον τοὺς δούλους σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανύμνητε ἁγνή, ὑπεράγαθε, Δέσποινα, ἐλέησον τοὺς τῷ θείῳ χριομένους ἐλαίῳ, καὶ σῶσον τοὺς οἰκέτας σου.
ᾨδὴ Ϛʹ. Θύσω σοι μετὰ φωνῆς.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Λόγοις σου, ὁ διʼ ἐλαίου δείξας, φιλάνθρωπε, ἐν βασιλεῦσι τὴν χρῖσιν, καὶ ἀρχιερεῦσι ταύτην τελέσας, σφραγισμῷ σου, καὶ τοὺς πάσχοντας σῶσον ὡς εὔσπλαγχνος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Μέθεξις, μὴ ἐκ πικρῶν δαιμόνων ἐφάψοιτο, τῶν ἐπʼ ἀλείψει ἐνθέῳ, τὰς αἰσθήσεις Σῶτερ, σημειουμένων, ἀλλʼ ἐν σκέπῃ περιτείχισον τούτους τῆς δόξης σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὄρεξον, χεῖρα τὴν σὴν ἐξ ὕψους, φιλάνθρωπε, καὶ σοῦ τὸ ἔλαιον, Σῶτερ, ἁγιάσας δίδου, τοῖς σοῖς οἰκέταις εἰς ὑγείαν, καὶ νοσημάτων πάντων ἐκλύτρωσιν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πέφηνας, ἐν τῷ Θεοῦ σου οἴκῳ κατάκαρπος, Μήτηρ τοῦ Κτίστου ἐλαία, διʼ ἧς πλήρης ὤφθη κόσμος ἐλέους· ὅθεν σῷζε, πρεσβειῶν ἐπαφῇ σου τοὺς κάμνοντας.
Κοντάκιον.
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν.
Ἐλέους πηγὴ ὑπάρχων, ὑπεράγαθέ, τοὺς πίστει θερμῇ, ἐλέει τῷ ἀφάτῳ σου, προσπεσόντας εὔσπλαγχνε, ἐκ παντοίας λύτρωσαι κακώσεως, καὶ τὰς αὐτῶν νόσους ἀράμενος, παράσχου τὴν θείαν χάριν ἄνωθεν.
ᾨδὴ ζʹ. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Σὺ ἐν ἐλέει καὶ οἰκτιρμοῖς σου, Σῶτερ, μόνος Θεός, πάντων ἰατρεύων πάθη τε τῶν ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, αὐτὸς θεράπευσον, καὶ τοὺς ἐν νόσοις πάσχοντας εὔσπλαγχνε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ἐν τῷ λιπαίνειν ἐλαίου χρίσει, πάντων τὰς κεφαλάς, δίδου εὐφροσύνης τούτῳ τὴν χαρμονήν, τοῖς τὸν ἔλεον ζητοῦσί σου, τῆς ἐκλυτρώσεως, τῷ πλουσίῳ ἐλέει σου Κύριε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ξίφος ὑπάρχει κατὰ δαιμόνων, Σῶτερ, σοῦ ἡ σφραγίς· πῦρ τε ἀναλίσκον πάθη τὰ τῶν ψυχῶν, ἱερέων ταῖς ἐντεύξεσιν· ὅθεν τὴν ἴασιν, οἱ δεδεγμένοι πίστει ὑμνοῦμέν σε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σὺ τὸν κρατοῦντα ἐν δρακὶ πάντα, Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σχοῦσα θεοπρεπῶς, καὶ ἀφράστως σωματώσασα, ὑπὲρ τῶν καμνόντων, ἐξιλέωσαι τοῦτον δεόμεθα.
ᾨδὴ ηʹ. Χεῖρας ἐκπετάσας Δανιήλ.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ἅπαντας ἐλέησον Σωτήρ, κατὰ τὸ μέγα σου καὶ θεῖον ἔλεος· τούτου τὸν τύπον γὰρ Δέσποτα, μυστικῶς ὑπαινιττόμενοι, τὴν διʼ ἐλαίου ἱεροῦ χρῖσιν προσάγομεν, τοῖς νοσοῦσιν· οὕς περ δυνάμει, τῇ σὴ πάντας ἴασαι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ῥείθροις τοῦ ἐλέους σου Χριστέ, καὶ ἐπαλείμμασι τῶν ἱερέων σου, πλῦνον ὡς εὔσπλαγχνος, Κύριε, τὰς ὀδύνας καὶ τὰ τραύματα, καὶ ἀλγεινῶν ἐπιφοράς, τῶν ἐν ἀνάγκαις παθῶν τρυχομένων, ὅπως καθάρσει τῇ σῇ, τύχωσι ῥώσεως.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σύμβολον τῆς ἄνωθεν ῥοπῆς, καὶ ἱλαρότητος ἔλαιον, θεῖον ἡμῖν τοῖς διαγράφουσι, Δέσποτα, μὴ μακρύνῃς σου τὸ ἔλεος, μηδὲ παρίδῃς τοὺς πιστῶς ἀεὶ κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔνδοξον ὡς στέφανον Ἁγνή, ἡ φύσις εἴληφε τὸν θεῖον τόκον σου, ἐχθρῶν ἀπείργοντα φάλαγγας, καὶ νικῶντα κατὰ κράτος αὐτούς· διὸ χαρίτων σου φαιδραῖς, καταστεφόμενοι ἀγλαΐαις, σὲ ἀνυμνοῦμεν πανύμνητε Δέσποινα.
ᾨδὴ θʹ. Λίθος ἀχειρότμητος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Νεῦσον οὐρανόθεν, οἰκτίρμον, δεῖξόν σου τὸ ἔλεος πᾶσι· δὸς νῦν τὴν ἀντίληψιν τὴν σήν, καὶ τὴν ἰσχύν σου τοῖς προσιοῦσί σοι, διὰ τοῦ θείου χρίσματος, τῶν ἱερέων σου, φιλάνθρωπε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ἴδομεν, πανάγαθε Σῶτερ, ἀγαλλιώμενοι τὸ θεῖον, ἔλαιον ῥοπῇ σου ἐνθέῳ, ὑπὲρ μετόχους, ὅπερ προσείληφας, καὶ τυπικῶς μετέδωκας, λουτροῦ τοῦ θείου τοῖς μετέχουσιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Οἴκτειρον ἐλέησον Σῶτερ, ῥῦσαι δεινῶν καὶ ἀλγηδόνων, λύτρωσαι βελῶν τοῦ πονηροῦ, τοὺς σοὺς οἰκέτας, ψυχὰς καὶ σώματα, ὡς ἐλεήμων Κύριος, χάριτι θείᾳ ἐξιώμενος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὕμνους καὶ δεήσεις, Παρθένε, προσδεχομένη τῶν σῶν δούλων, ῥῦσαι χαλεπῶν παθημάτων, καὶ ἀλγηδόνων ταῖς ἱκεσίαις σου, τοὺς διʼ ἡμῶν πανάχραντε, τῇ θείᾳ σκέπῃ σου προστρέχοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Ἦχος γʹ. Ἐπεσκέψατο ἡμᾶς.
Ἐν ἐλέῳ ἀγαθέ, ἐπίβλεψον σῷ ὄμματι, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν συνελθόντων ἐν τῷ ναῷ σου, τῷ ἁγίῳ σήμερον, χρῖσαι θείῳ ἐλαίῳ, νοσοῦντας τοὺς δούλους σου.
Οἱ Αἶνοι. Ἦχος δʹ.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ
Στιχηρὰ Προσόμοια.
Ἦχος δʹ. Ἔδωκας σημείωσιν.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Ἔδωκας τὴν χάριν σου, διὰ τῶν σῶν εὐδιάλλακτε, ἀποστόλων φιλάνθρωπε, ἐλαίῳ ἁγίῳ σου, θεραπεύειν πάντων, πληγάς τε καὶ νόσους· διὸ ἐλαίῳ σου πιστῶς, τοὺς προσιόντας καὶ νῦν ὡς εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς τῆς ἀφθάρτου σου, καταξίωσον Κύριε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Βλέψον ἀκατάληπτε, ἐξ οὐρανόθεν ὡς εὔσπλαγχνος, ἐν χειρὶ ἀοράτῳ σου, σφραγίσας φιλάνθρωπε, τὰς ἡμῶν αἰσθήσεις, ἐλαίῳ σου θείῳ, τοὺς προσδραμόντας σοι πιστῶς, καὶ ἐξαιτοῦντας πταισμάτων ἄφεσιν· καὶ δώρησαι τὴν ἴασιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἵνα πόθῳ δοξάζωσί σε, μεγαλύνοντες τὸ κράτος σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Χρίσει τοῦ ἐλέους σου, καὶ ἱερέων φιλάνθρωπε, ἐπαφῇ τοὺς οἰκέτας σου, ἁγίασον ἄνωθεν, νοσημάτων ῥῦσαι, ψυχῆς τε τὸν ῥύπον, κάθαρον ἔκπλυνον Σωτήρ, καὶ πολυπλόκων σκανδάλων λύτρωσαι· τοὺς πόνους παραμύθησαι, τὰς περιστάσεις ἐκδίωξον, καὶ τὰς θλίψεις ἀφάνισον, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σὲ τὸ καθαρώτατον, τοῦ βασιλέως παλάτιον, δυσωπῶ πολυΰμνητε· τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνὸν τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς(ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τροπάριον.
Ἦχος δʹ. Ταχὺ προκατάλαβε.
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Ἄν ἡ ἀκολουθία ἄρχισε μέ «Εὐλογητός», λέγεται τώρα «Εὐλογημένη ἡ βασιλεία.» Ἄν ἄρχισε μέ «Εὐλογημένη», λέγεται ἀμέσως ἡ Μεγάλη Συναπτή.
Ἱερεὺς: Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἱερεὺς: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ἱερεὺς: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν
Κύριε ἐλέησον
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸ ἔλαιον τοῦτο, τῇ ἐπιφοιτήσει, καὶ δυνάμει, καὶ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, τῶν προσελθόντων εἰς τὸ ἅγιον τοῦτο μυστήριον, καὶ τῆς ἐν Θεῶ ἐπισκέψεως αὐτῶν, καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπʼ αὐτοὺς τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε ἐλέησον
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοί, Κύριε.
Ἱερεὺς: Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Ἱερεὺς: O Lord, who in Your mercy and compassion heals the disorders of our souls and bodies, sanctify this oil, so that those who are anointed with it may be receive healing and relief from anything they suffer, bodily illness, contamination of flesh or spirit, and every other evil; so that in this, too, Your all-holy name may be glorified, Father, Son, and Holy Spirit, now and ever and to the ages of ages.
Ἀμήν.
Τροπάριον τοῦ Εὐχελαίου.
Ἦχος δʹ. Ταχὺ προκατάλαβε.
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Κοντάκιον τοῦ Τυφλοῦ.
Ἦχος δʹ. Ἐπεφάνης σήμερον.
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, Σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων Σοι, σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.
Κοντάκιον τοῦ Παραλύτου.
Ἦχος γʹ. Ἡ Παρθένος σήμερον.
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥς περ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.
Ἀπολυτίκιον Ἁγ. Ἰακώβου.
Ἦχος δʹ.
Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω δίκαιε τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον, τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς Ἱεράρχης. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμών.
Κοντάκιον Ἁγ. Ἰακώβου.
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ του Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπʼ ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν Μυστηρίων τῶν πνευματικῶν· ὄθεν σε πάντες τιμῶμεν Ἀπόστολε.
Κοντάκιον Ἁγ. Νικολάου.
Ἦχος γʹ. Ἡ Παρθένος σήμερον.
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
Ἀπολυτίκιον Ἁγ. Δημητρίου.
Ἦχος γʹ. Θείας πίστεως.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἁγ. Παντελεήμονος.
Ἦχος γʹ.
Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον Ἁγ. Ἀναργύρων.
Ἦχος πλ. δʹ.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Κοντάκιον Ἁγ. Ἰωάννου τοῦ Θεολόγου.
Ἦχος βʹ.
Τὰ μεγαλεῖά σου Παρθένε τίς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.
Θεοτοκίον.
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
Ἀπόστολος Αʹ
Ἱερεὺς: Πρόσχωμεν.
Προκείμενον. Ἦχος αʹ. Ψαλμὸς 32.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς.
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.
Ἱερεὺς: Σοφία.
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ ἀνάγνωσμα.
Ἱερεὺς: Πρόσχωμεν.
Ιακ. 5:10 – 16
Ἀδελφοί, ὑπόδειγμα λάβετε τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Ἱερεὺς: Εἰρήνη σοι τῷ ἀναγνόντι.
Ἀλληλούϊα.(ἐκ γ')
Εὐαγγέλιον Αʹ
Ἱερεὺς: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Λουκᾶν 10:25 – 37
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.
Ἱερεὺς: Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἱερεὺς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἱερεὺς: Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Εὐχὴ Αʹ
Ἱερεὺς: Ἄναρχε, ἀδιάδοχε, ἅγιε ἁγίων, ὁ τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας, ἰώμενον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, κατάπεμψον τὸ ἅγιόν σου Πνεῦμα, καὶ ἁγίασον τὸ ἔλαιον τοῦτο· καὶ ποίησον αὐτὸ χριομένοις τοῖς σοῖς δούλοις, εἰς τελείαν ἀπολύτρωσιν τῶν ἁμαρτιῶν αὐτῶν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.
Σὺ γὰρ εἶ ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε· ὁ διδοὺς λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ ἁγίου σου παιδὸς Ἰησοῦ Χριστοῦ· ὁ ἀναγεννήσας ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας· ὁ φωτίζων τοὺς τυφλοὺς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· ὁ ἀγαπῶν τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν· ὁ ἀνακαινίσας ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, λέγων τοῖς ἐν δεσμοῖς «Ἐξέλθετε» καὶ τοῖς ἐν τῷ σκότει «Ἀνακαλύπτεσθε». Ἔλαμψε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν τὸ φῶς τῆς ἐπιγνώσεως τοῦ μονογενοῦς σου Υἱοῦ, ἀφʼ οὗ διʼ ἡμᾶς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ τοῖς δεξαμένοις αὐτὸν ἔδωκεν ἐξουσίαν τέκνα σοῦ τοῦ Θεοῦ γενέσθαι, διὰ λουτροῦ παλιγγενεσίας τὴν υἱοθεσίαν ἡμῖν χαρισάμενος, ἀμετόχους ἡμᾶς ἐποίησεν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου· ἐπεὶ οὐκ εὐδόκησεν ἐν αἵματι καθαρίζεσθαι, ἀλλʼ ἐν ἐλαίῳ ἁγίῳ ἔδωκε τὸν τύπον τοῦ σταυροῦ αὐτοῦ, εἰς τὸ γενέσθαι ἡμᾶς Χριστοῦ ποίμνιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, καθαρίσας ἡμᾶς ἐν ὕδατι, καὶ ἁγιάσας ἐν τῷ ἁγίῳ Πνεύματι· αὐτός, Δέσποτα Κύριε, δὸς χάριν εἰς τὴν διακονίαν σου ταύτην, ὡς ἔδωκας Μωσεῖ τῷ θεράποντί σου, καὶ Σαμουὴλ τῷ ἠγαπημένῳ σου, καὶ Ἰωάννῃ τῷ ἐκλεκτῷ σου, καὶ πᾶσι τοῖς καθʼ ἑκάστην γενεὰν εὐαρεστήσασί σοι· οὕτω ποίησον καὶ ἡμᾶς γενέσθαι διακόνους τῆς καινῆς τοῦ Υἱοῦ σου διαθήκης ἐπὶ τὸ ἔλαιον τοῦτο, ἣν περιεποιήσω τῷ τιμίῳ αὐτοῦ αἵματι· ἵνα, ἀποδυσάμενοι τὰς κοσμικὰς ἐπιθυμίας, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ καὶ ζήσωμεν τῇ δικαιοσύνῃ, ἐνδυσάμενοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ τῆς χρίσεως τοῦ ἁγιασμοῦ τοῦ μέλλοντος ἐλαίου ἐπάγεσθαι. Γένοιτο, Κύριε, τὸ ἔλαιον τοῦτο, ἔλαιον ἀγαλλιάσεως, ἔλαιον ἁγιασμοῦ, ἔνδυμα βασιλικόν, θώραξ δυνάμεως, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, σφραγὶς ἀνεπιβούλευτος, ἀγαλλίαμα καρδίας, εὐφροσύνη αἰώνιος· ἵνα καὶ ἐν τούτῳ οἱ χριόμενοι, τῷ τῆς ἀναγεννήσεως ἐλαίῳ, φοβεροὶ ὦσι τοῖς ὑπεναντίοις καὶ λάμψωσιν ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, μὴ ἔχοντες σπίλον, ἢ ῥυτίδα, καὶ εἰσδεχθῶσιν εἰς τὰς αἰωνίους σου ἀναπαύσεις, καὶ δέξωνται τὸ βραβεῖον τῆς ἄνω κλήσεως.
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀπόστολος Βʹ
Ἱερεὺς: Πρόσχωμεν.
Προκείμενον. Ἦχος βʹ. Ψαλμὸς 117.
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.
Ἱερεὺς: Σοφία.
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Ἱερεὺς: Πρόσχωμεν.
Ρωμ. 15:1 – 7
Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ.
Ἱερεὺς: Εἰρήνη σοι τῷ ἀναγνόντι.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Εὐαγγέλιον Βʹ
Ἱερεὺς: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ἱερεὺς: Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Λουκᾶν 19:1 – 10
Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἰεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι διʼ ἐκείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.”
Ἱερεὺς: Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἱερεὺς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἱερεὺς: Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Εὐχὴ Βʹ
Ἱερεὺς: Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ ὑπὸ πάσης κτίσεως προσκυνούμενος, ἡ τῆς σοφίας πηγή, ἡ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστος ἄβυσσος, καὶ τῆς εὐσπλαγχνίας ἀπεριόριστον πέλαγος· αὐτός, φιλάνθρωπε Δέσποτα, ὁ τῶν προαιωνίων καὶ θαυμασίων Θεός, ὃν οὐδεὶς ἀνθρώπων ἐννοῶν, ἰσχύει καταλαβέσθαι, ἐπίβλεψον, εἰσάκουσον ἡμῶν τῶν ἀναξίων δούλων σου· καὶ ὅπου ἐπὶ τῷ ὀνόματί σου τῷ μεγάλῳ, τὸ ἔλαιον τοῦτο προσάγομεν, κατάπεμψον τῆς σῆς δωρεᾶς τὰ ἰάματα καὶ ἄφεσιν ἁμαρτιῶν, καὶ ἴασαι αὐτοὺς ἐν τῷ πλήθει τοῦ ἐλέους σου. Ναί, Κύριε εὐδιάλλακτε, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, ὁ εἰδὼς ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν ἐνανθρωπήσας, Θεὸς ὤν, καὶ πλασθεὶς διὰ τὸ πλάσμα σου· σὺ εἶ ὁ εἰπών· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν»· σὺ εἶ ὁ τὸ πρόβατον ζητήσας τὸ ἀπολωλός· σὺ εἶ ὁ τὴν ἀπολομένην δραχμὴν ἐπιμελῶς ζητήσας καὶ εὑρών· σὺ εἶ ὁ εἰπών, ὅτι· «Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω»· σὺ εἶ ὁ τὴν πόρνην, τοὺς τιμίους σου πόδας δάκρυσι βρέξασαν, μὴ βδελυξάμενος· σὺ εἶ ὁ εἰπών· «Ὁσάκις ἂν πέσῃς, ἔγειραι καὶ σωθήσῃ»· σὺ εἶ ὁ εἰπών, ὅτι· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»· αὐτὸς ἔπιδε, εὔσπλαγχνε Δέσποτα, ἐξ ὕψους ἁγίου σου, συνεπισκιάσας ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου, ἐν χάριτι τοῦ ἁγίου Πνεύματος ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατασκήνωσον ἐπὶ τοὺς δούλους σου τούτους, τοὺς ἐπεγνωκότας τὰ ἴδια πλημμελήματα καὶ προσιόντας σοι πίστει· καὶ προσδεξάμενς τῇ ἰδίᾳ σου φιλανθρωπίᾳ, εἴ τι ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν, συγχωρήσας, ἐξάλειψον καὶ κάθαρον αὐτοὺς ἀπὸ πάσης ἁμαρτίας καί, ἀεὶ συμπαρὼν αὐτοῖς, διαφύλαξον τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν, πορευομένους ἐν τοῖς δικαιώμασί σου, πρὸς τὸ μηκέτι ἐπίχαρμα γενέσθαι αὐτοὺς τῷ διαβόλῳ· ἵνα καὶ ἐπʼ αὐτοῖς δοξασθῇ τὸ πανάγιον ὄνομά σου.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀπόστολος Γʹ
Ἱερεὺς: Πρόσχωμεν.
Προκείμενον. Ἦχος γʹ. Ψαλμὸς 26.
Κύριος φωτισμός μου καὶ Σωτήρ μου· τίνα φοβηθήσομαι;
Στίχ. Κύριος υπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;
Ἱερεὺς: Σοφία.
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Ἱερεὺς: Πρόσχωμεν.
Αʹ Κορ. 12:27 – 31; 13:1 – 8
Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
Ἱερεὺς: Εἰρήνη σοι τῷ ἀναγνόντι.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Εὐαγγέλιον Γʹ
Ἱερεὺς: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ἱερεὺς: Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον 10:1, 5 – 8
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Ἱερεὺς: Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἱερεὺς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἱερεὺς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἱερεὺς: Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Εὐχὴ Γʹ
Ἱερεὺς: Δέσποτα παντοκράτορ, ἅγιε βασιλεῦ, ὁ παιδεύων καὶ μὴ θανατῶν, ὁ ὑποστηρίζων τοὺς καταπίπτοντας καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· ὁ τὰς σωματικὰς θλίψεις διορθούμενος τῶν ἀνθρώπων, αἰτούμεθά σε, ὁ Θεὸς ἡμῶν, ὅπως ἐπαγάγῃς τὸ ἔλεός σου ἐπὶ τὸ ἔλαιον τοῦτο, καὶ τοὺς χριομένους ἐξ αὐτοῦ ἐν τῷ ὀνόματί σου, ἵνα γένηται αὐτοῖς εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ εἰς καθαρισμὸν καὶ ἀπαλλαγὴν παντὸς πάθους, καὶ πάσης νόσου καὶ μαλακίας καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ναί, Κύριε, τὴν ἰατρικήν σου δύναμιν οὐρανόθεν ἐξαπόστειλον· ἅψαι τοῦ σώματος, σβέσον τὸν πυρετόν, πράϋνον τὸ πάθος, καὶ πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Γενοῦ ἰατρὸς τῶν δούλων σου τούτων· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως· σῴους καὶ ὁλοκλήρους χάρισαι αὐτοὺς τῇ Ἐκκλησίᾳ σου, εὐαρεστοῦντας καὶ ποιοῦντας τὸ θέλημά σου.
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀπόστολος Δʹ
Ἱερεὺς: Πρόσχωμεν.
Προκείμενον. Ἦχος δʹ.
Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου.
Στίχ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
Ἱερεὺς: Σοφία.
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Ἱερεὺς: Πρόσχωμεν.
Βʹ Κορ. 6:16 – 7:1
Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Ἱερεὺς: Εἰρήνη σοι τῷ ἀναγνόντι.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Εὐαγγέλιον Δʹ
Ἱερεὺς: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον 8:14 – 23
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν. Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Ἱερεὺς: Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἱερεὺς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Εὐχὴ Δʹ
Ἱερεὺς: Ἀγαθὲ καὶ φιλάνθρωπε, εὔσπλαγχνε καὶ πολυέλεε Κύριε, ὁ πολὺς ἐν ἐλέει καὶ πλούσιος ἐν ἀγαθότητι, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ ἐνισχύσας ἡμᾶς διὰ τῶν ἁγίων σου ἀποστόλων, ἐλαίῳ μετὰ προσευχῆς τὰς ἀσθενείας τοῦ λαοῦ θεραπεύεσθαι· αὐτὸς καὶ τὸ ἔλαιον τοῦτο σύνταξον εἰς ἴασιν τοῖς ἐξ αὐτοῦ χριομένοις, εἰς ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης μαλακίας, εἰς ἀπολύτρωσιν τῶν κακῶν τῶν ἀπεκδεχομένων τὴν παρὰ σοῦ σωτηρίαν. Ναί, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, δεόμεθά σου, παντοδύναμε, τοῦ σῴζειν πάντας ἡμᾶς· ὁ μόνος ψυχῶν τε καὶ σωμάτων ἰατρός, ἁγίασον πάντας ἡμάς· ὁ πᾶσαν νόσον ἰώμενος, ἴασαι καὶ τοὺς δούλους σου τούτους· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς, διὰ ἐλέους τῆς σῆς χρηστότητος· ἐπίσκεψαι αὐτοὺς ἐν ἐλέει καὶ οἰκτιρμοῖς σου· ἀποδίωξον ἀπʼ αὐτῶν πᾶσαν ἀῤῥωστίαν καὶ ἀσθένειαν· ἵνα, ἑξαναστάντες τῇ χειρί σου τῇ κραταιᾷ, δουλεύωσί σοι μετὰ πάσης εὐχαριστίας· ὅπως καὶ νῦν, μετέχοντες τῆς σῆς ἀφάτου φιλανθρωπίας, ὑμνῶμεν καὶ δοξάζωμέν σε τὸν ποιοῦντα μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια.
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀπόστολος Εʹ
Ἱερεὺς: Πρόσχωμεν.
Προκείμενον. Ἦχος πλ. αʹ. Ψαλμὸς 11.
Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.
Ἱερεὺς: Σοφία.
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Ἱερεὺς: Πρόσχωμεν.
Βʹ Κορ. 1:8 – 11
Ἀδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
Ἱερεὺς: Εἰρήνη σοι τῷ ἀναγνόντι.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Εὐαγγέλιον Εʹ
Ἱερεὺς: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον 25:1 – 13
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Ἱερεὺς: Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Εὐχὴ Εʹ
Ἱερεὺς: Κύριε ὁ Θεὸς ἡμῶν, ὁ παιδεύων καὶ πάλιν ἰώμενος· ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ τῶν ὀρφανῶν πατήρ, καὶ τῶν χειμαζομένων λιμήν, καὶ τῶν νοσούντων ἰατρός· ὁ τὰς ἀσθενείας ἡμῶν ἀπόνως βαστάζων, καὶ τὰς νόσους ἡμῶν λαμβάνων· ὁ ἐν ἱλαρότητι ἐλεῶν· ὁ ὑπερβαίνων ἀνομίας καὶ ἐξαίρων ἀδικίας· ὁ ταχὺς εἰς βοήθειαν καὶ βραδὺς εἰς ὀργήν· ὁ ἐμφυσήσας εἰς τοὺς σεαυτοῦ μαθητὰς καὶ εἰπών· «Λάβετε Πνεῦμα ἄγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς»· ὁ δεχόμενος τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, καὶ ἐξουσίαν ἔχων συγχωρεῖν ἁμαρτίας πολλὰς καὶ χαλεπὰς καὶ ἴασιν παρέχων πᾶσι τοῖς ἐν ἀσθενείᾳ καὶ μακρονοσίᾳ διάγουσιν· ὁ καὶ ἐμὲ τὸν ταπεινὸν καὶ ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου, τὸν ἐν πολλαῖς ἁμαρτίαις συμπεπλεγμένον, καὶ πάθεσιν ἡδονῶν συγκυλινδούμενον, καλέσας εἰς τὸν ἅγιον καὶ ὑπερμέγιστον βαθμὸν τῆς ἱερωσύνης, καὶ εἰσελθεῖν εἰς τὸ ἐνδότερον τοῦ καταπετάσματος, εἰς τὰ ἅγια τῶν ἁγίων, ὅποῦ παρακύψαι οἱ ἅγιοι ἄγγελοι ἐπιθυμοῦσι, καὶ ἀκοῦσαι τῆς εὐαγγελικῆς φωνῆς Κυρίου τοῦ Θεοῦ, καὶ θεάσασθαι αὐτοψεὶ τὸ πρόσωπον τῆς ἁγίας ἀναφορᾶς, καὶ ἀπολαῦσαι τῆς θείας καὶ ἱερᾶς λειτουργίας· ὁ καταξιώσας με ἱερουργῆσαι τὰ ἐπουράνιά σου μυστήρια καὶ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν του λαοῦ ἀγνοημάτων, καὶ μεσιτεῦσαι ὑπὲρ τῶν λογικῶν σου προβάτων, ἵνα διὰ τῆς πολλῆς καὶ ἀφάτου σου φιλανθρωπίας τὰ παραπτώματα αὐτῶν ἑξαλείψῃς· αὐτός, ὑπεράγαθε βασιλεῦ, ἐνώτισαι τὴν προσευχήν μου ἐν ταύτῃ τῇ ὥρᾳ τε καὶ ἁγίᾳ ἡμέρᾳ, καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου· καὶ τῶν δούλων σου τούτων, τῶν ἐν ἀσθενείᾳ ψυχῆς καὶ σώματος ὄντων, τὴν ἴασιν δώρησαι, παρέχων ἄφεσιν ἁμαρτιῶν αὐτοῖς, καὶ συγχώρησιν πλημμελημάτων ἑκουσίων τε καὶ ἀκουσίων· θεραπεύων αὐτῶν πληγὰς ἀνιάτους, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν. Δώρησαι αὐτοῖς ψυχικὴν ἴασιν, ὁ ἁψάμενος τῆς πενθερᾶς τοῦ Πέτρου, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει σοι. Αὐτός, Δέσποτα, καὶ τοῖς δούλοις σου τούτοις παράσχου ἰατρείαν καὶ ἀπαλλαγὴν πάσης φθοροποιοῦ ἀλγηδόνος· καὶ μνήσθητι τῶν πλουσίων σου οἰκτιρμῶν καὶ τοῦ ἐλέους σου. Μνήσθητι, ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καὶ οὐδεὶς εὑρίσκεται ἀναμάρτητος ἐπὶ τῆς γῆς· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ὁ ἐλθὼν καὶ σώσας τὸ ἀνθρώπινον γένος, καὶ ἐλευθερώσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ἐὰν γὰρ εἰς κρίσιν ἔλθῃς μετὰ τῶν δούλων σου, οὐδεὶς εὑρεθήσεται καθαρὸς ἀπὸ ῥύπου· ἀλλὰ πᾶν στόμα φραγήσεται, μὴ ἔχον τὶ ἀπολογήσασθαι, ὅτι ὡς ῥάκος ἀποκαθημένης, πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐνώπιόν σου· διὰ τοῦτο ἁμαρτίας νεότητος ἡμῶν μὴ μνησθῇς, Κύριε.
Σὺ γὰρ ὑπάρχεις ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀνάπαυσις τῶν κοπιώντων καὶ πεφορτισμένων ἐν ἀνομίαις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀπόστολος Ϛʹ
Ἱερεὺς: Πρόσχωμεν.
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 50.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Σοφία.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Γαλ. 5:22 – 6:2
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Ἱερεὺς: Εἰρήνη σοι τῷ ἀναγνόντι.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Εὐαγγέλιον Ϛʹ
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον 15:21 – 28
Τῷ καιρῷ ἐκείνῳ ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγαζεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Ἱερεὺς: Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Εὐχὴ Ϛʹ
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· ὁ τὰς νόσους ἡμῶν ἀπόνως βαστάζων· οὗ τῷ μώλωπι πάντες ἰάθημεν· ὁ ποιμὴν ὁ καλός, ὁ εἰς ἀναζήτησιν ἐλθὼν τοῦ πλανηθέντος προβάτου· ὁ τοῖς ὀλιγοψύχοις διδοὺς παραμυθίαν, καὶ ζωὴν τοῖς συντετριμμένοις· ὁ τὴν πηγὴν τῆς αἱμοῤῥοούσης, δωδεκαετῆ οὖσαν ἰασάμενος· ὁ τὴν θυγατέρα τῆς Χαναναίας τοῦ χαλεποῦ δαιμονίου ἐλευθερώσας· ὁ τὸ δάνειον χαρισάμενος τοῖς δυσὶ χρεωφειλέταις, καὶ τῇ ἁμαρτωλῷ τὴν ἄφεσιν δούς· ὁ τὴν ἴασιν τῷ παραλυτικῷ δωρησάμενος σὺν τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ· ὁ τὸν τελώνην τῷ λόγῳ δικαιώσας, καὶ τὸν ληστὴν ἐν τῇ ἐσχάτῃ αὐτοῦ ὁμολογίᾳ προσδεξάμενος· ὁ τὰς ἁμαρτίας τοῦ κόσμου ἀράμενος, καὶ τῷ σταυρῷ προσηλώσας· σοῦ δεόμεθα, καὶ σὲ ἱκετεύομεν· ἐν τῇ ἀγαθότητί σου, αὐτός, ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας τῶν δούλων σου τούτων, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει καὶ ἐν παρακοῇ, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ· ἢ ὑπὸ κατάραν ἱερέως ἢ πατρὸς ἢ μητρὸς ἐγένοντο· ἢ ὀφθαλμὸν εἱστίασαν ἢ ὄσφρησιν ἐξεθήλυναν ἢ ἀφῇ κατεμαλακίσθησαν ἢ γεύσει κατεπόρνευσαν ἢ ἐν οἱαδήποτε κινήσει σαρκὸς καὶ πνεύματος τοῦ σοῦ ἀπηλλοτριώθησαν θελήματος καὶ τῆς σῆς ἁγιότητος· εἴ τι ἥμαρτον αὐτοί τε καὶ ἡμεῖς, ὡς ἀγαθὸς καὶ ἀμνησίκακος Θεὸς καὶ φιλάνθρωπος, συγχώρησον, μὴ ἐῶν αὐτοὺς καὶ ἡμᾶς εἰς τὸν ῥερυπωμένον βίον καταπεσεῖν, μηδὲ εἰς τὰς ὀλεθρίους ὁδοὺς ἀποτρέχειν. Ναί, Δέσποτα Κύριε, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτῃ ὑπὲρ τῶν δούλων σου τούτων· πάριδε, ὡς ἀμνησίκακος Θεός, τὰ παραπτώματα αὐτῶν ἅπαντα· ἀπάλλαξον αὐτοὺς τῆς αἰωνίου κολάσεως· τὸ στόμα αὐτῶν τῆς σῆς αἰνέσεως πλήρωσον· τὰ χείλη αὐτῶν ἄνοιξον πρὸς δοξολογίαν τοῦ ὀνόματός σου· τὰς χεῖρας αὐτῶν ἔκτεινον πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· τοὺς πόδας αὐτῶν πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου σου κατεύθυνον, πάντα αὐτῶν τὰ μέλη καὶ τὴν διάνοιαν τῇ σῇ κατασφαλιζόμενος χάριτι. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῶν ἁγίων σου ἀποστόλων ἐντειλάμενος ἡμῖν, λέγων· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς»· καὶ πάλιν· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται». Καὶ ὡς ἑπήκουσας Ἐζεκίου ἐν τῇ θλίψει τῆς ψυχῆς αὐτοῦ ἐν τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ, καὶ οὐ παρεῖδες τὴν δέησιν αὐτοῦ, οὕτω κἀμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου ἐπάκουσον ἐν τῇ ὥρᾳ ταύτῃ δεομένου σου. Σὺ γὰρ εἶ, Κύριε Ἰησοῦ Χριστέ, ὁ ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι τοῖς περιπίπτουσιν ἐν ἁμαρτίαις κελεύσας, τῇ σῇ ἀγαθότητι καὶ φιλανθρωπίᾳ, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, καὶ χαίρων ἐπὶ τῇ ἐπιστροφῇ τῶν πεπλανημένων· ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀπόστολος Ζʹ
Πρόσχωμεν.
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 6.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.
Στίχ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
Σοφία.
Πρὸς Θεσσαλονικεῖς Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Αʹ Θεσ. 5:14 – 23
Ἀδελφοί, παρακαλοῦμεν ὑμᾶς, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
Ἱερεὺς: Εἰρήνη σοι τῷ ἀναγνόντι.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Εὐαγγέλιον Ζʹ
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον 9:9 – 13
Τῷ καιρῷ ἐκείνῳ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Ἱερεὺς: Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Κύριε, ἐλέησον.(ἐκ γ')
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Εὐχὴ Ζʹ
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ἰατρὲ ψυχῶν καὶ σωμάτων, ὁ τὰ χρόνια πάθη θεραπεύων, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ· ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· σὺ γὰρ Κύριε, ἐν τῇ παλαιᾷ διαθήκῃ ἔθου μετάνοιαν τοῖς ἁμαρτωλοῖς, Δαυῒδ καὶ Νινευΐταις, καὶ τοῖς πρὶν καὶ τοῖς μετὰ τούτους· ἀλλὰ καὶ ἐν τῇ ἐπιδημίᾳ τῆς ἐνσάρκου σου οἰκονομίας, οὐκ ἐκάλεσας δικαίους, ἀλλʼ ἁμαρτωλοὺς εἰς μετάνοιαν, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν ληστήν, ὡς βλάσφημον καὶ διώκτην τὸν μέγαν Παῦλον διὰ μετανοίας προσδεξάμενος· Πέτρον τὸν κορυφαῖον καὶ ἀπόστολόν σου, ἀρνησάμενόν σε τρίτον, διὰ μετανοίας προσεδέξω καὶ προσελάβου καὶ ἐπηγγείλω αὐτῷ, λέγων· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν». Διόπερ καὶ ἡμεῖς, ἀγαθὲ καὶ φιλάνθρωπε, κατὰ τὰς ἀψευδεῖς σου ἐπαγγελίας θαῤῥοῦντες, δεόμεθά σου καὶ ἱκετεύομεν ἐν τῇ ὥρᾳ ταύτῃ. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ πρόσδεξαι αὐτὴν ὡς θυμίαμα προσφερόμενόν σοι, καὶ ἐπίσκεψαι τοὺς δούλους σου τούτους· καὶ εἴ τι ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἢ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ ἢ ὑπὸ κατάραν ἱερέως ἐγένοντο ἢ τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσαν ἢ ὅρκῳ παρεπίκραναν καὶ ὁρκωμότησαν, παρακαλοῦμέν σε καὶ δεόμεθά σου· ἄνες, ἄφες, συγχώρησον αὐτοῖς, ὁ Θεός, παραβλέπων τὰς ἀνομίας αὐτῶν καὶ τὰς ἁμαρτίας καὶ τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ γενόμενα παρʼ αὐτῶν. Καὶ εἴ τι τῶν ἐντολῶν σου παρέβησαν ἢ ἐπλημμέλησαν, ὡς σάρκα φοροῦντες καὶ τὸν κόσμον οἰκοῦντες ἢ ἐξ ἐνεργείας τοῦ διαβόλου, αὐτός, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει. Σὺ γὰρ μόνος ὑπάρχεις ἀναμάρτητος· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια. Οὐ γὰρ ἔπλασας τὸν ἄνθρωπον εἰς ἀπώλειαν, ἀλλʼ εἰς περιποίησιν τῶν ἐντολῶν σου καὶ ζωῆς ἀφθάρτου κληρονομίαν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἱερεὺς: Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
Εὐχὴ Συγχωρήσεως
Βασιλεῦ ἅγιε, εὔσπλαγχνε, καὶ πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ τίθημι ἐμὴν χεῖρα ἁμαρτωλὸν ἐπὶ τὰς κεφαλὰς τῶν προσελθόντων σοι ἐν ἁμαρτίαις καὶ αἰτουμένων παρὰ σοῦ διʼ ἡμῶν ἄφεσιν ἁμαρτιῶν· ἀλλὰ σὴν χεῖρα κραταιὰν καὶ δυνατήν, τὴν ἐν τῷ ἁγίῳ εὐαγγελίῳ τούτῳ, [ὃ οἱ συλλειτουργοί μου κατέχουσιν ἐπὶ τὰς κεφαλὰς τῶν δούλων σου τούτων,] ἔκτεινον· καὶ δέομαι σὺν αὐτοῖς καὶ ἱκετεύω τὴν συμπαθεστάτην καὶ ἀμνησίκακόν σου φιλανθρωπίαν· ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ὁ διὰ τοῦ προφήτου σου Νάθαν μετανοήσαντι τῷ Δαυῒδ ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν ἄφεσιν δωρησάμενος, καὶ τοῦ Μανασσῆ τὴν ἐπὶ μετανοίᾳ προσευχὴν δεξάμενος, αὐτὸς καὶ τοὺς δούλους σου τούτους μετανοοῦντας ἐπὶ τοῖς ἰδίοις αὐτῶν πλημμελήμασι, πρόσδεξαι τῇ συνήθει σου φιλανθρωπίᾳ, παρορῶν αὐτῶν πάντα τὰ παραπτώματα. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καὶ ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι κελεύσας τοῖς περιπίπτουσιν ἐν ἁμαρτίαις· ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου. Καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον.(ἐκ γ')
Holy father, give the blessing!
Ἱερεὺς: Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Ἦχος δʹ.
Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥς τε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ, καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἦχος δʹ.
Νεῦσον παρακλήσεσι σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι· σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.